호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὴν κύνα δὲ ἀνακαλεῖν ἀγαθόν:? χαίρουσιν γὰρ τὴν φωνὴν τοῦ δεσπότου γνωρίζουσαι, καὶ παραμυθίαν ἴσχουσιν τῶν τόνων τὸ γιγνώσκειν ὅτι θεατὴς αὐταῖς πάρεστιν καὶ ὅτι οὐ λανθάνουσιν ἀγωνιζόμεναι καλῶς. καὶ δὴ τὸ ἐν πρώτῳ μὲν δρόμῳ, ὁσάκις φίλον, ἀνακαλεῖν οὐ κωλύω:
ἐν δευτέρῳ δὲ ἢ τρίτῳ, ὁπότε εἰκὸς διαπεπονῆσθαι τὴν κύνα, κωλῦσαι ἄν μοι δοχῶ θαμινὰ ἀνακαλεῖν αὐτὴν ὀνομαστί, μή ποτε ἄρα ὑπὸ μένους καὶ προθυμίας, χαρίζεσθαι τῷ δεσπότῃ ἐθέλουσα, ἔπειτα παρὰ δύναμιν ἐνταθεῖσα ῥήξειέν τι τῶν ἐντός. πολλαὶ γὰρ ἤδη οὕτω γε κύνες καὶ αἱ γενναιόταται διεφθάρησαν. ἀλλὰ τηνικαῦτα ἀφιέναι διαγωνίζεσθαι, ὅπως ἐθέλουσιν:
οὐ γάρ τοι οὐδ᾿ ἴσος ἁγὼν λαγῷ καὶ κυνί: ἀλλ᾿ ὃ μὲν ὅποι βούλεται θεῖ, ἣ δὲ ἐφομαρτεῖ: καὶ ὃ μὲν ἐξελίξας τὸν δρόμον καὶ διαρρίψας τὴν κύνα ἱέται τοῦ πρόσω, ἥ δέ, εἰ διαρριφθείη, πλάζεται. καὶ ἀνάγκη φθάσαντα αὖ μεταθεῖν καὶ ἀναλαβεῖν, ὅσον ἐξηνέχθη τοῦ δρόμου. καὶ αἱ δυσχωρίαι δὲ πρὸς τοὺ λαγὼ μᾶλλόν τί εἰσιν ἢ τῆς κυνός, οἱᾶ τὰ τραχέα καὶ οἱ φελλεῶνες καὶ τὰ σιμὰ καὶ τὰ ἀνώμαλα, ὅτι κοῦφός τέ ἐστιν καὶ οἱ πόδες αὐτῷ ὑπὸ δασύτητος οὐ ῥήγνυνται ἐν τοῖς τραχέσιν.
καὶ τὸ περὶ τὸ περὶ ψυχῆς δὲ θεῖν ἀφαιρεῖται τὴν αἴσθησιν τῶν δυσκόλων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기