- 텍스트

Arrian, Cynegeticus, chapter 10

(아리아노스, Cynegeticus, chapter 10)

μέγα δὲ ὄφελος κυνὶ καὶ τρῖψις τοῦ σώματος παντός, οὐ μεῖον ἢ ἵππῳ:? τά τε γὰρ μέλη πῆξαι καὶ ῥῶσαι ἀγαθή, καὶ τὴν τρίχα μαλθακὴν ἐργάζεται καὶ τὴν χρόαν στιλπνήν, καὶ τοῦ χρωτὸς ἀποκαθαίρει ὅ τι περ πονηρόν. τρίβειν δὲ τὰ μὲν νῶτα καὶ τὴν ὀσφὺν τῇ δεξιᾷ, ὑποθέντα τὴν ἀριστερὰν τῇ λαγόνι, ὡς μὴ ἐπιθλιβομένην ἄνωθεν τὴν κύνα ὀκλάζουσαν κακοπαθεῖν:

τὰς δὲ πλευρὰς ἑκατέρᾳ τῇ χειρί, καὶ τοὺς γλουτοὺς μέχρι ἄκρων τῶν ποδῶν, καὶ τὰς ὠμοπλάτας ὡσαύτως.

ἐπειδὰν δ᾿ ἱκανῶς φαίνωνται ἔχειν, ἐπαίρειν τῆς οὐρᾶς λαβόμενον καὶ ἀνατείναντα ἀφιέναι:

ἣ δὲ διασείσεταί τε ἀφεθεῖσα καὶ δήλη ἔσται ὅτι ἠγάπησεν τὸ πραχθέν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION