호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κρατίστη δὲ ἡ μετ᾿ ἀνθρώπου, ὅτι καὶ φιλάνθρωποι ἀποτελοῦνται, καὶ τῷ χρωτὶ τῷ ἀνθρωπείῳ χαίρουσιν, καὶ φιλοῦσιν οὐ μεῖον τὸν συγκαθεύδοντα ἢ τὸν τρέφοντα.? κἂν τῶν λυπούντων τὴν κύνα τις αἰσθάνοιτο, ὡς διψώσῃ τε ἐν νυκτὶ ἐπικουρῆσαι καὶ ἐπειγομένῃ ὑπό του τῶν ἀναγκαίων: γνοίη δ᾿ ἂν καὶ ὅπως ἀνεπαύσατο. εἰ γὰρ ἀγρυπνήσειεν, ἐξάγειν ἐπὶ θήραν οὐκ ἀσφαλές, οὐδ᾿ εἰ ἐπιστάξειεν θαμινὰ ἐν τῷ ὕπνῳ, οὐδ᾿ εἴ τι ἀπεμέσειεν τῶν σιτίων: ταῦτα δὲ γνοίη ἂν ὁ συναναπαυόμενος.
κακίστη δὲ κοίτη κυνῶν μετὰ κυνῶν, πολὺ δὲ πλέον, εἰ καὶ ἐπιψαύουσαι ἀλλήλων ἀναπαύοιντο: ὡς ἄνθρωπος μὲν συγκαθεύδων κυνὶ ἀφαιρεῖ τοῦ χρωτὸς τὸ ἀνιαρόν: κύνες δὲ ἐν ταὐτῷ ἀναπαυόμεναι ὅ τι περ πονηρὸν τοῦ χρωτὸς τῷ πλησιάζειν τε καὶ ἐκθερμαίνειν ἐπάξουσιν: ὥστε φώρας ἐμπίμπλασθαι τὸ πολύ, ὁπότε ἐν ταὐτῷ ἀναπαύοιντο. δηλοῖ δὲ καὶ ἡ ὀδμή, ἐπειδὰν ἐσέλθῃς οὗ κύνες πολλαὶ ἀναπαύονται:
οὕτω χαλεπή τέ ἐστιν καὶ δριμεῖα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기