호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐσθίουσιν δὲ αἳ μὲν λάβρως αἳ δὲ κοσμίως, καὶ τὸ κόσμιον γενναιότερον τοῦ ἀκόσμου.? ἀγαθαὶ δέ, ὅσαι μὴ κακόσιτοι, ἀλλ᾿ ἄρτῳ ἢ μάζῃ χαίρουσιν:
κράτιστον γὰρ κυνὶ τοῦτο σιτίον, καὶ οὐ δέος μὴ ὑπερεμπλησθῇ ἀπ᾿ αὐτοῦ. ἄμεινον δὲ εἰ ξηρᾷ τῇ τροφῇ χαίροιεν. εἰ δὲ καὶ ὕδατι καταβρέχοις καὶ τούτῳ χαίροιεν, οὐ κακόν. καμνούσῃ δὲ ἐμβάλλειν ἢ ὕδωρ ἀπὸ κρέως λιπαροῦ, ἢ βοὸς ἧπαρ ἐν σποδιᾷ θερμῇ φρύξαντα, ἔπειτα τρίψαντα καθάπερ ἄλφιτα ἐπιπάττειν.
καὶ ταῖς γε σκυλακευομέναις ἀγαθὸν τοῦτο ἐς τὸ πῆξαι τὰ μέλη, ἐπειδὰν ἀποπαύσωνται τοῦ γάλακτος.
τὸ γάλα δὲ σκυλακεῦσαι κράτιστον ἐς ἔνατον μῆνα καὶ πορρωτέρω: καὶ καμνούσῃ δὲ καὶ μαλθακιζομένῃ ἀγαθὸν καὶ πῶμα καὶ σιτίον, ἀγαθὴ δὲ καὶ ἀσιτία καμνούσῃ. οὐδὲν δὲ οἱο῀ν εὐνὴ μαλθακὴ καὶ ἀλεεινή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기