- 텍스트

Arrian, Cynegeticus, chapter 6

(아리아노스, Cynegeticus, chapter 6)

τὰ δὲ χρώματα οὐδὲν διοίσει ὁποῖα ἂν ἔχωσιν, οὐδ᾿ εἰ παντελῶς εἰε῀ν μέλαιναι ἢ πυρραὶ ἢ λευκαί:? οὐδὲ τὸ ὄντα ἔστω στιλπνὰ καὶ καθαρά, καὶ ἡ θρίξ, εἴτε οὖν τοῦ δασέος γένους εἴτε τοῦ ψιλοῦ τύχοιεν αἱ κύνες, λεπτὴ ἔστω καὶ πυκνὴ καὶ μαλθακή. κράτιστοι δὲ ἄρρενες μέν, ὅσοι μεγάλοι τε καὶ εὐπαγεῖς ὄντες ὑπὸ ὑγρότητος θηλείαις ἐοίκασιν:

θήλειαι δέ, ὅσαι διά τὸ γενναῖον καὶ μυῶδες τοῦ σώματος ἄρρεσιν. τοῦ μὲν δὴ σώματος ταῦτά τις ἂν δοκεῖ μοι ἐπισκοπῶν ἀποχρῶντα τεκμήρια ποιεῖσθαι ἐς γενναιότητα, καὶ τὰ ἐναντία τοῦ ἐναντίου.

οὐ μείω δὲ καὶ ἡ γνώμη τῶν κυνῶν ἐς ἑκάτερα τεκμηριοῦσθαι παρέξει τῷ ὡς χρὴ ὁρῶντι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION