- 텍스트

Arrian, Cynegeticus, chapter 5

(아리아노스, Cynegeticus, chapter 5)

ἐπεί τοι ἀνέθρεψα ἐγὼ κύνα χαροπὴν οἱάν χαροπωτάτην, καὶ αὕτη ὠκεῖά τε ἦν καὶ φιλόπονος καὶ εὔψυχος καὶ εὔπους, ὥστε καὶ τέσσαρσιν ἤδη ποτὲ λαγῷς ἐφ᾿ ἡλικίας ἀντήρκεσεν.? καὶ τὰ ἄλλα δὲ πραοτάτη τέ ἐστιν ἕ᾿τι γάρ μοι ἦν, ὁπότε ταῦτα ἔγραφον᾿ καὶ φιλανθρωποτάτη, καὶ οὔπω πρόσθεν ἄλλη κύων ὡς αὐτὴ οὔτε ἐμὲ ἐπόθησεν οὔτε τὸν ἑταῖρον τὸν ἐμὸν καὶ σύνθηρον τὸν Μέγιλλον.

ἐπειδὴ γὰρ τοῦ δρόμου ἀπεπαύσατο, οὐκέτι ἡμῶν ἢ θατέρου γε ἀπαλλάσσεται. ἀλλ᾿ εἰ μὲν ἐγὼ ἔνδον εἰήν, ἅμα ἐμοὶ διατρίβει, καὶ προϊόντα ποι παραπέμπει, καὶ ἐπὶ γυμνάσιον ἰόντι ἐφομαρτεῖ, καὶ γυμναζομένῳ παρακάθηται, καὶ ἐπανιόντος πρόεισιν, θαμινὰ ἐπιστρεφομένη, ὡς καταμανθάνειν μή πη ἄρα ἐξετράπην τῆς ὁδοῦ:

ἰδοῦσα δὲ καὶ ἐπιμειδιάσασα αὖθις αὖ πρόεισιν. εἰ δὲ ἐπί τι ἔργον πολιτικὸν ἰοίμι, ἣ δὲ τῷ ἑταίρῳ τῷ ἐμῷ σύνεστιν, καὶ πρὸς ἐκεῖνον τὰ αὐτὰ ταῦτα δρᾷ.

ὁπότερος δὲ ἡμῶν κάμνοι τὸ σῶμα, ἐκείνου αὖ οὐκ ἀπαλλάσσεται. εἰ δὲ καὶ δἰ ὀλίγου χρόνου ἴδοι, ἐπιφθέγγεται, οἱᾶ φιλοφρονουμένη. καὶ δειπνοῦντι συνοῦσα ἅπτεται ἄλλοτε ἄλλῳ τοῖν ποδοῖν, ὑπομιμνήσκουσα ὅτι κἂν αὐτῇ ἄρα μεταδοτέον εἰή τῶν σιτίων. καὶ μὴν καὶ πολύφθογγός ἐστιν, ὡς οὔπω ἐγὼ ἰδεῖν μοι δοκῶ ἄλλην κύνα: καὶ ὅσων δεῖται τῇ φωνῇ σημαίνει. καὶ ὅτι σκυλακευομένη μάστιγι ἐκολάζετο, εἴ τις ἐς τοῦτο ἔτι μάστιγα ὀνομάσειεν, πρόσεισιν τῷ ὀνομάσαντι, καὶ ὑποπτήξασα λιπαρεῖ, καὶ τὸ στόμα ἐφαρμόζει τῷ στόματι ὡς φιλοῦσα, καὶ ἐπιπηδήσασα ἐκκρέμαται τοῦ αὐχένος, καὶ οὐ πρόσθεν ἀνίησιν, πρὶν τῆς ἀπειλῆς ἀποπαῦσαι τὸν θυμούμενον.

ὥστε οὐκ ἂν ὀκνῆσαί μοι δοκῶ καὶ τὸ ὄνομα ἀναγράψαι τῆς κυνός, ὡς καὶ ἐς ὕστερον ἀπολελεῖφθαι αὐτῆς, ὅτι ἦν ἄρα Ξενοφῶντι τῷ Ἀθηναίῳ κύων, Ὁρμὴ ὄνομα, ὠκυτάτη τε καὶ σοφωτάτη καὶ πραοτάτη.

ὦτα δὲ μεγάλα ἔστω ταῖς κυσὶν καὶ μαλθακά, ὥστε ὑπὸ μεγέθους καὶ μαλθακότητος ἐπικεκλασμένα φαίνεσθαι:

οὕτως ἂν εἰή κράτιστα. οὐ μέντοι ἀλλὰ καὶ εἰ ὀρθὰ εἰή, οὐ πονηρόν, εἰ μὴ σμικρά τε εἰή καὶ σκληρά. τράχηλος δὲ μακρός τε ἔστω καὶ περιφερὴς καὶ ὑγρός:

ὥστε εἰ ἀντιτείνοις ἀπὸ τῶν δεραίων τὰς κύνας ἐς τοὐπίσω, ἐπικεκλάσθαι δοκεῖν τὸν τράχηλον δἰ ὑγρότητα καὶ μαλθακότητα. στήθη δὲ πλατέα ἀμείνω τῶν στενῶν, καὶ τὰς ὠμοπλάτας διεστώσας ἐχόντων καὶ μὴ συμπεπηγυίας ἀλλ᾿ ὡς οἱό῀ν τε λελυμένας ἀπ᾿ ἀλλήλων.

σκέλη στρογγύλα ὀρθὰ εὐπαγῆ, πλευρὰς γενναίας: ὀσφὺν πλατεῖαν ἰσχυράν, μὴ σαρκώδη ἀλλὰ νεύροις πεπηγυῖαν. λαγόνας ἀνειμένας, ἰσχία μὴ συνδεδεμένα, κενεῶνας λαγαρούς. οὐρὰς λεπτὰς μακράς, δασείας τὴν τρίχα, ὑγρὰς εὐκαμπεῖς, τὸ ἄκρον τῆς οὐρᾶς δασύτερον. ὑποκώλια μακρὰ εὐπαγῆ.

σκέλη δὲ εἰ μὲν τὰ ὀπίσθια ἔχοιεν μείζω τῶν ἔμπροσθεν, τὰ ὄρθια ἂν μεταθέοιεν ἄμεινον: εἰ δὲ τὰ ἔμπροσθεν τῶν ὀπισθίων. τὰ κατάντη: εἰ δ᾿ ἴσα εἰή ἄμφω, τὰ πεδινά.

ἐπεὶ δὲ χαλεπώτερον ἐν ὀρθίῳ μὴ ἡττηθῆναι λαγῶ, ὅτι καὶ ὁ λαγὼς τὰ ὄρθια θεῖ ἄμεινον, ἐκεῖναι δοκοῦσιν γενναιότεραι αἱ κύνες, ὅσαι τὰ ὄπισθεν μείζω ἔχουσιν τῶν ἔμπροσθεν: πόδες δὲ οἱ περιφερεῖς καὶ στερροὶ κράτιστοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION