호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέξω δὲ καὶ αὐτός, ἀφ᾿ οἱών τινῶν χρὴ τεκμαίρεσθαι τὰς ὠκείας τε καὶ γενναίας, καὶ τίσιν ἂν προσέχων τις τὸν νοῦν τὰς ἀγεννεῖς τε καὶ βραδείας ἀποκρίνειεν αὐτῶν.? πρῶτα μὲν δὴ μακραὶ ἔστων ἀπὸ κεφαλῆς ἐπ᾿ οὐράν:
ἓν γὰρ οὐδὲν οὕτω τεκμήριον ἐς ὠκύτητά τε καὶ γενναιότητα εὑρ´οις ἂν ἐπιλεγόμενος ταὐτὸν ἐπὶ πάσῃ ἰδέᾳ κυνός, ὡς τὸ μῆκος, καὶ τοὐναντίον τὴν βραχύτητα ἐς τὸ βραδὺ καὶ ἀγεννές. ὥστε ἤδη ἔγωγε εἶδον πολλὰ ἄλλα κακὰ ἐχούσας κύνας, ὅτι δὲ μακραὶ ἐτύγχανον, ὠκεῖαι ἦσαν καὶ θυμοειδεῖς. καὶ μὴν καὶ αἱ μείζους εἰ τὰ ἄλλα φαῦλαι τύχοιεν, κατ᾿ αὐτὸ τὸ μέγεθος εὐφυέστεραι τῶν σμικρῶν.
φαῦλαι δὲ τῶν μεγάλων, ὅσαι τὰ μέλη ἀπαγεῖς καὶ ἀσύμμετροι: ὥστε φαυλότεραι ἂν εἰε῀ν οὕτω γε ἔχουσαι τῶν σμικρῶν, εἰ τὰ ἄλλα κακὰ ἴσα προσείη αὐταῖς. ἐχόντων δὲ τὰς κεφαλὰς ἐλαφρὰς καὶ ἀρθρώδεις:
εἰ δὲ γρυπαὶ ἢ σιμαὶ εἰε῀ν, οὐ παρὰ μέγα διοίσει τοῦτο: οὐδ᾿ εἰ τὰ ὑπὸ τοῖς μετώποις ἰνώδη ἔχοιεν, οὐδὲ τοῦτο ἐν μεγάλῳ ποιητέον. ἀλλ᾿ αἱ βαρυκέφαλοι μόναι πονηραί, καὶ ὅσαις παχέα τὰ ῥύγχη καὶ μὴ ἐς ὀξὺ ἀλλ᾿ ἀθρόως ἀπολήγοντα. τὰ δὲ ὄμματα ἔστω μεγάλα μετέωρα καθαρὰ λαμπρά, ἐκπλήττοντα τὸν θεώμενον.
καὶ κράτιστα μὲν τὰ πυρωπὰ καὶ ὑπεραστράπτοντα, οἱᾶ πορδάλεων ἢ λεόντων ἢ λυγκῶν: δεύτερα δὲ ἐπὶ τούτοις τὰ μέλανα, εἰ τύχοι ἀναπεπταμένα τε καὶ γοργὰ ἰδεῖν: τρίτα δὲ τὰ χαροπά: οὐδὲ γὰρ οὐδὲ τὰ χαροπὰ φαῦλά ἐστιν, οὐδὲ φαύλων κυνῶν σύμβολα, εἰ τύχοι καθαρὰ καὶ γοργὰ ἰδεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기