호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι μὲν δὴ οὐκ ἠπίστατο τὸ γένος τῶν κυνῶν τὸ Κελτικόν, δοκῶ ἔγωγε ὡς οὐδὲ τεκμηρίων δεῖ πρὸς αὐτό:? ἄγνωστα γὰρ ἦν τὰ ἔθην τῆς Εὐρώπης, ὅσα ταύτῃ ᾤκισται, ὅτι μὴ τῆς Ἰταλίας ὅσα Ἕλληνες κατεῖχον, ἢ ὅσοις κατ᾿ ἐμπορίαν διὰ θαλάσσης ἐπεμίγνυον. ὡς δὲ οὐδὲ ἄλλο γένος κυνῶν ἐγίγνωσκεν, ὃ κατὰ ὠκύτητα ἐοίκεν τῷ Κελτικῷ, τεκμαίρεσθαι ὑπάρχει ἀπὸ τῶνδε.
λέγει γὰρ ὡς ὅσοι ἁλίσκονται λαγῲ ὑπὸ κυνῶν, παρὰ φύσιν σώματος ἁλίσκονται ἢ τύχῃ χρησάμενοι. εἰ δέ γε ἠπίστατο τὰς κύνας τὰς Κελτικάς, ταὐτὸν τοῦτο δοκεῖ ἄν μοι ἀποφήνασθαι περὶ τῶν κυνῶν, ὡς ὁπόσους λαγὼς οὐχ αἱροῦσιν κύνες κατὰ πόδας, παρὰ φύσιν σώματος οὐχ αἱροῦσιν ἢ τύχῃ χρησάμεναι.
ὡς ὅσαι γε ἀγαθαὶ τὸ σῶμα καὶ τὸν θυμόν γενναῖαι, ταύτας δὲ οὐκ ἄν ποτε διαφύγοι λαγώς, εἰ μή τις δυσχωρία ἐμποδὼν γένοιτο, ἢ ὕλη ἀποκρύψασα, ἢ κατάδυσις κοίλη καὶ βαθεῖα ἀφελομένη, ἢ τάφρος διαδραμεῖν ἐν τῷ ἀφανεῖ παρασχοῦσα. ἐνθένδε, οἶμαι, ὅπως μὲν ἐπὶ τὰς ἄρκυς χρὴ ἐπελαύνειν τὸ λαγῶ ἐπεξέρχεται τῷ λόγῳ, καὶ εἰ παραδράμοι τὰς ἄρκυς, ὅπως χρὴ μεταθεῖν αὐτὸν καὶ ἀνευρίσκειν κατὰ τὸ ἴχνος, ἔστε ἁλῶναι ἀπαγορεύσαντα ὑπὸ καμάτου.
ὅτι δὲ οὐδὲν οὔτε ἀρκύων δεῖ τῷ κύνας ἀγαθὰς κεκτημένῳ οὔτε τοῦ μαστεύειν διαφυγόντα, οὐδαμοῦ τοῦτο ἐδήλωσεν, ἀλλὰ τὴν θήραν ταύτην μόνην ἐξηγεῖται, ἣν Κᾶρες τε καὶ Κρῆτες θηρῶσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기