- 텍스트

Arrian, Cynegeticus, chapter 1 1:

(아리아노스, Cynegeticus, chapter 1 1:)

Ξενοφῶντι τῷ Γρύλλου λέλεκται μὲν ὅσα ἀγαθὰ ἀνθρώποις ἀπὸ κυνηγεσίων γίγνεται, καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα, λέλεκται δὲ καὶ καθ᾿ ὅ τι ἐοίκεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική, καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ὁποῖόν τινα:? καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι, καὶ πάγας ὅπως ἱστάναι τοῖς θηρίοις, ὅσα πάγῃ ἁλωτά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION