- 텍스트

Aristophanes, Wasps, Episode 2:

(아리스토파네스, Wasps, Episode 2:)

κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.? μὰ Δί ἀλλ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν οἱό῀ς τε πολλοῖς προβατίοις ἐφεστάναι. τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει· ὅ τι· σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν καὶ τἄλλ ἄριστός ἐστιν: εἰ δ ὑφείλετο, ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται. ἐγὼ δ ἐβουλόμην ἂν οὐδὲ γράμματα, ἵνα μὴ κακουργῶν ἐνέγραφ ἡμῖν τὸν λόγον. ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων. ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα: σὺ γὰρ ταμιεύους ἔτυχες. ἀπόκριναι σαφῶς, εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες. φησὶ κατακνῆσαι. νὴ Δί ἀλλὰ ψεύδεται. ὦ δαιμόνι ἐλέει ταλαιπωρουμένους. οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι ἐσθίει καὶ τὰς ἀκάνθας, κοὐδέποτ ἐν ταὐτῷ μένει. ὁ δ ἕτερος οἱό῀ς ἐστιν οἰκουρὸς μόνον. αὐτοῦ μένων γὰρ ἅττ ἂν εἴσω τις φέρῃ τούτων μεταιτεῖ τὸ μέρος: εἰ δὲ μή, δάκνει. αἰβοῖ. τί κακόν ποτ ἔσθ ὅτῳ μαλάττομαι· κακόν τι περιβαίνει με κἀναπείθομαι. ἴθ ἀντιβολῶ ς: οἰκτίρατ αὐτὸν ὦ πάτερε, καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία· ἀναβαίνετ ὦ πόνηρα καὶ κνυζούμενα αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε. κατάβα κατάβα κατάβα κατάβα. καταβήσομαι. καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι. ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν. ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν οὐδέν ποτ ἀλλ ἢ τῆς φακῆς ἐμπλήμενος. οὔκουν ἀποφεύγει δῆτα· χαλεπὸν εἰδέναι. ἴθ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου. τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ. οὐ δῆτα: κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι. φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω. ὅδ ἔσθ ὁ πρότερος· οὗτος: αὕτη νταῦθ ἔνι. ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών. φέρ ἐξεράσω. πῶς ἄρ ἠγωνίσμεθα· δείξειν ἐοίκεν. ἐκπέφευγας ὦ Λάβης. πάτερ πάτερ τί πέπονθας· οἴμοι: ποῦ σθ ὕδωρ· ἔπαιρε σαυτόν. εἰπέ νυν ἐκεῖνό μοι, ὄντως ἀπέφυγε· νὴ Δί: οὐδέν εἰμ ἄρα. μὴ φροντίσῃς ὦ δαιμόνι: ἀλλ ἀνίστασο. πῶς οὖν ἐμαυτῷ τοῦτ ἐγὼ ξυνείσομαι, φεύγοντ ἀπολύσας ἄνδρα· τί ποτε πείσομαι· ἀλλ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι: ἄκων γὰρ αὔτ ἔδρασα κοὐ τοὐμοῦ τρόπου. καὶ μηδὲν ἀγανάκτει γ. ἐγὼ γάρ ς ὦ πάτερ θρέψω καλῶς, ἄγων μετ ἐμαυτοῦ πανταχοῖ, ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν, ὥσθ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον: κοὐκ ἐγχανεῖταί ς ἐξαπατῶν Ὑπέρβολος. ἀλλ εἰσίωμεν. ταῦτά νυν, εἴπερ δοκεῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION