- 텍스트

Aristophanes, Wasps, Episode 1:

(아리스토파네스, Wasps, Episode 1:)

αὗ αὗ.? πάρεστιν οὗτος. ἕτερος οὗτος αὖ Λάβης. ἀγαθός γ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας. σίγα, κάθιζε: σὺ δ ἀναβὰς κατηγόρει. φέρε νυν ἅμα τήνδ ἐγχεάμενος κἀγὼ ῥοφῶ. τῆς μὲν γραφῆς ἠκούσαθ ἣν ἐγραψάμην ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ. ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν κατεσικέλιζε κἀνέπλητ ἐν τῷ σκότῳ - νὴ τὸν Δί ἀλλὰ δῆλός ἐστ: ἔμοιγέ τοι τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν ὁ βδελυρὸς οὗτος. κοὐ μετέδωκ αἰτοῦντί μοι. καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται, ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί· οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ ἐμοί. θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς. πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ ὦ πάτερ, πρὶν ἄν γ ἀκούσῃς ἀμφοτέρων. ἀλλ ὦγαθὲ τὸ πρᾶγμα φανερόν ἐστιν: αὐτὸ γὰρ βοᾷ. μή νυν ἀφῆτέ γ αὐτόν, ὡς ὄντ αὖ πολὺ κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον, ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν. ἐμοὶ δέ γ οὐκ ἔστ οὐδὲ τὴν ὑδρίαν πλάσαι. πρὸς ταῦτα τοῦτον κολάσατ: οὐ γὰρ ἄν ποτε τρέφειν δύναιτ ἂν μία λόχμη κλέπτα δύο: ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ: ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι. ἰοὺ ἰού. ὅσας κατηγόρησε τὰς πανουργίας. κλέπτον τὸ χρῆμα τἀνδρός: οὐ καὶ σοὶ δοκεῖ ὦλεκτρυόν· νὴ τὸν Δί ἐπιμύει γέ τοι. ὁ θεσμοθέτης: ποῦ σθ οὗτος· ἀμίδα μοι δότω. αὐτὸς καθελοῦ: τοὺς μάρτυρας γὰρ ἐσκαλῶ. Λάβητι μάρτυρας παρεῖναι τρύβλιον δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν, καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα. ἀλλ ἔτι σύ γ οὐρεῖς καὶ καθίζεις οὐδέπω· τοῦτον δέ γ οἶμ ἐγὼ χεσεῖσθαι τήμερον. οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος, καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ ὀδὰξ ἔχει· ἀνάβαιν, ἀπολογοῦ. τί σεσιώπηκας· λέγε. ἀλλ οὐκ ἔχειν οὗτός γ ἐοίκεν ὅ τι λέγῃ. οὔκ, ἀλλ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης: ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους. πάρεχ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι. χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου ὑπεραποκρίνεσθαι κυνός, λέξω δ ὅμως. ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION