- 텍스트

Aristophanes, Wasps, Episode 2:

(아리스토파네스, Wasps, Episode 2:)

φέρε νυν τίν αὐτῷ πρῶτον εἰσαγάγω δίκην·? τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ· ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν - ἐπίσχες οὗτος: ὡς ὀλίγου μ ἀπώλεσας. ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο· μὰ τὸν Δί οὐ πάρεστιν. ἀλλ ἐγὼ δραμὼν αὐτὸς κομιοῦμαι τό γε παραυτίκ ἔνδοθεν. τί ποτε τὸ χρῆμ· ὡς δεινὸν ἡ φιλοχωρία. βάλλ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα. τί δ ἔστιν ἐτεόν· οὐ γὰρ ὁ Λάβης ἀρτίως ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν· τοῦτ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ εἰσακτέον μοι: σὺ δὲ κατηγόρει παρών. μὰ Δί οὐκ ἔγωγ: ἀλλ ἅτερός φησιν κύων κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν. ἴθι νυν ἄγ αὐτὼ δεῦρο. ταῦτα χρὴ ποιεῖν. τουτὶ τί ἔστι· χοιροκομεῖον Ἑστίας. εἶθ ἱεροσυλήσας φέρεις· οὔκ, ἀλλ ἵνα ἀφ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά. ἀλλ εἴσαγ ἀνύσας: ὡς ἐγὼ τιμᾶν βλέπω. φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς. οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν: ἐγὼ δ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. ἰδού. κάλει νυν. ταῦτα δή. τίς οὑτοσὶ ὁ πρῶτός ἐστιν· ἐς κόρακας, ὡς ἄχθομαι ὁτιὴ πελαθόμην τοὺς καδίσκους ἐκφέρειν. οὗτος σὺ ποῖ θεῖς· ἐπὶ καδίσκους. μη δαμῶς. ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. κάλλιστα τοίνυν: πάντα γὰρ πάρεστι νῷν ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας. ἡδὶ δὲ δὴ τίς ἐστιν· οὐχὶ κλεψύδρα· εὖ γ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως. ἀλλ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν, ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION