- 텍스트

Aristophanes, Wasps, Episode

(아리스토파네스, Wasps, Episode)

ἴθ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.? τί σοι πίθωμαι· λέγ ὅ τι βούλει πλὴν ἑνός. ποίου· φέρ ἴδω. τοῦ μὴ δικάζειν. τοῦτο δὲ Αἵδης διακρινεῖ πρότερον ἢ γὼ πείσομαι. σὺ δ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν, ἐκεῖσε μὲν μηκέτι βάδιζ, ἀλλ ἐνθάδε αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις. περὶ τοῦ· τί ληρεῖς· ταὔθ ἅπερ ἐκεῖ πράττεται: ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ, ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. πάντως δὲ κἀκεῖ ταῦτ ἔδρας ἑκάστοτε. καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ ἕλη κατ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον: ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος: ὑόντος εἴσει: κἄν ἔγρῃ μεσημβρινός, οὐδείς ς ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι. τουτί μ ἀρέσκει. πρὸς δὲ τούτοις γ, ἢν δίκην λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον. πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι ὥσπερ πρότερον τὰ πράγματ ἔτι μασώμενος· πολλῷ γ ἄμεινον: καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων μόλις τὸ πρᾶγμ ἔγνωσαν ἀναμασώμενοι. ἀνά τό με πείθεις. ἀλλ ἐκεῖν οὔπω λέγεις, τὸν μισθὸν ὁπόθεν λήψομαι. παρ ἐμοῦ. καλῶς, ὁτιὴ κατ ἐμαυτὸν κοὐ μεθ ἑτέρου λήψομαι. αἴσχιστα γάρ τοί μ ἠργάσατο Λυσίστρατος ὁ σκωπτόλης. δραχμὴν μετ ἐμοῦ πρώην λαβὼν ἐλθὼν διεκερματίζετ ἐν τοῖς ἰχθύσιν, κἄπειτ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων: κἀγὼ νέκαψ: ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν: κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα: κᾆθ εἷλκον αὐτόν. ὁ δὲ τί πρὸς ταῦτ εἶφ· ὅ τι· ἀλεκτρυόνος μ ἔφασκε κοιλίαν ἔχειν: ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δ ὃς λέγων. ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς. οὐ πάνυ τι μικρόν. ἀλλ ὅπερ μέλλεις ποίει. ἀνάμενέ νυν: ἐγὼ δὲ ταῦθ ἥξω φέρων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION