- 텍스트

Aristophanes, Wasps, Episode

(아리스토파네스, Wasps, Episode)

ἴθ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.? τί σοι πίθωμαι· λέγ ὅ τι βούλει πλὴν ἑνός. ποίου· φέρ ἴδω. τοῦ μὴ δικάζειν. τοῦτο δὲ Αἵδης διακρινεῖ πρότερον ἢ γὼ πείσομαι. σὺ δ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν, ἐκεῖσε μὲν μηκέτι βάδιζ, ἀλλ ἐνθάδε αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις. περὶ τοῦ· τί ληρεῖς· ταὔθ ἅπερ ἐκεῖ πράττεται: ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ, ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. πάντως δὲ κἀκεῖ ταῦτ ἔδρας ἑκάστοτε. καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ ἕλη κατ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον: ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος: ὑόντος εἴσει: κἄν ἔγρῃ μεσημβρινός, οὐδείς ς ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι. τουτί μ ἀρέσκει. πρὸς δὲ τούτοις γ, ἢν δίκην λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον. πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι ὥσπερ πρότερον τὰ πράγματ ἔτι μασώμενος· πολλῷ γ ἄμεινον: καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων μόλις τὸ πρᾶγμ ἔγνωσαν ἀναμασώμενοι. ἀνά τό με πείθεις. ἀλλ ἐκεῖν οὔπω λέγεις, τὸν μισθὸν ὁπόθεν λήψομαι. παρ ἐμοῦ. καλῶς, ὁτιὴ κατ ἐμαυτὸν κοὐ μεθ ἑτέρου λήψομαι. αἴσχιστα γάρ τοί μ ἠργάσατο Λυσίστρατος ὁ σκωπτόλης. δραχμὴν μετ ἐμοῦ πρώην λαβὼν ἐλθὼν διεκερματίζετ ἐν τοῖς ἰχθύσιν, κἄπειτ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων: κἀγὼ νέκαψ: ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν: κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα: κᾆθ εἷλκον αὐτόν. ὁ δὲ τί πρὸς ταῦτ εἶφ· ὅ τι· ἀλεκτρυόνος μ ἔφασκε κοιλίαν ἔχειν: ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δ ὃς λέγων. ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς. οὐ πάνυ τι μικρόν. ἀλλ ὅπερ μέλλεις ποίει. ἀνάμενέ νυν: ἐγὼ δὲ ταῦθ ἥξω φέρων. ὁρ´α τὸ χρῆμα, τὰ λόγι ὡς περαίνεται. ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας, κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ, ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν. ἰδού, τί ἔτ ἐρεῖς· ὡς ἅπαντ ἐγὼ φέρω ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα. ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ παρά σοι κρεμήσετ ἐγγὺς ἐπὶ τοῦ παττάλου. σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας. καὶ πῦρ γε τουτί: καὶ προσέστηκεν φακῆ ῥοφεῖν, ἐὰν δέῃ τι. τοῦτ αὖ δεξιόν: κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι. αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι. ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ ἐξηνέγκατε· ἵνα γ, ἢν καθεύδῃς ἀπολογουμένου τινός, ᾄδων ἄνωθεν ἐξεγείρῃ ς οὑτοσί. ἓν ἔτι ποθῶ, τὰ δ ἄλλ ἀρέσκει μοι. τὸ τί· θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου. πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί. ὦ δέσποθ ἡρ´ως ὡς χαλεπὸς ἄρ ἦσθ ἰδεῖν. οἱό῀σπερ ἡμῖν φαίνεται Κλεώνυμος. οὔκουν ἔχει γ οὐδ αὐτὸς ἡρ´ως ὢν ὅπλα. εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην ἐκάλουν. κάλει νυν, ὡς κάθημαι γὼ πάλαι. φέρε νυν τίν αὐτῷ πρῶτον εἰσαγάγω δίκην·

τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ· ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν - ἐπίσχες οὗτος: ὡς ὀλίγου μ ἀπώλεσας. ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο· μὰ τὸν Δί οὐ πάρεστιν. ἀλλ ἐγὼ δραμὼν αὐτὸς κομιοῦμαι τό γε παραυτίκ ἔνδοθεν. τί ποτε τὸ χρῆμ· ὡς δεινὸν ἡ φιλοχωρία. βάλλ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα. τί δ ἔστιν ἐτεόν· οὐ γὰρ ὁ Λάβης ἀρτίως ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν· τοῦτ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ εἰσακτέον μοι: σὺ δὲ κατηγόρει παρών. μὰ Δί οὐκ ἔγωγ: ἀλλ ἅτερός φησιν κύων κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν. ἴθι νυν ἄγ αὐτὼ δεῦρο. ταῦτα χρὴ ποιεῖν. τουτὶ τί ἔστι· χοιροκομεῖον Ἑστίας. εἶθ ἱεροσυλήσας φέρεις· οὔκ, ἀλλ ἵνα ἀφ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά. ἀλλ εἴσαγ ἀνύσας: ὡς ἐγὼ τιμᾶν βλέπω. φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς. οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν: ἐγὼ δ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. ἰδού. κάλει νυν. ταῦτα δή. τίς οὑτοσὶ ὁ πρῶτός ἐστιν· ἐς κόρακας, ὡς ἄχθομαι ὁτιὴ πελαθόμην τοὺς καδίσκους ἐκφέρειν. οὗτος σὺ ποῖ θεῖς· ἐπὶ καδίσκους. μη δαμῶς. ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. κάλλιστα τοίνυν: πάντα γὰρ πάρεστι νῷν ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας. ἡδὶ δὲ δὴ τίς ἐστιν· οὐχὶ κλεψύδρα· εὖ γ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως. ἀλλ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν, ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION