호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποῖον·? φέρ ἴδωμαι τουτονί. τουτὶ τί ἦν· τίς εἶ ποτ ὦνθρωπ ἐτεόν· Οὖτις νὴ Δία. Οὖτις σύ· ποδαπός· Ἴθακος Ἀποδρασιππίδου. Οὖτις μὰ τὸν Δί οὔτι χαιρήσων γε σύ. ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος ἵν ὑποδέδυκεν: ὥστ ἔμοιγ ἰνδάλλεται ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ. εἰ μή μ ἐάσεθ ἥσυχον, μαχούμεθα. περὶ τοῦ μαχεῖ νῷν δῆτα· περὶ ὄνου σκιᾶς. πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ἐγὼ πονηρός· οὐ μὰ Δί ἀλλ οὐκ οἶσθα σὺ νῦν μ ὄντ ἄριστον: ἀλλ ἴσως, ὅταν φάγῃς ὑπογάστριον γέροντος ἡλιαστικοῦ. ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν. ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε. ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης. ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν, καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν, καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν ἀνύσας τι προσκύλισον. οἴμοι δείλαιος: πόθεν ποτ ἐμπέπτωκέ μοι τὸ βωλίον· ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν. μῦς· οὐ μὰ Δί ἀλλ ὑποδυόμενός τις οὑτοσὶ ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας. οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται: ἐκπτήσεται. ποῦ ποῦ στί μοι τὸ δίκτυον· σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δί ἦ μοι κρεῖττον ἦν τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός. ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν, κοὐκ ἔσθ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι, τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην· ἀλλ ὦ πόνηρ ἥξουσιν ὀλίγον ὕστερον οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ τὸν πατέρα. τίλέγεις· ἀλλὰ νῦν γ ὄρθρος βαθύς. νὴ τὸν Δί, ὀψὲ γοῦν ἀνεστήκασι νῦν. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦς ἀεί, λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη ἀρχαῖα μελισιδωνοφρυνιχήρατα, οἷς ἐκκαλοῦνται τοῦτον. οὐκοῦν, ἢν δέῃ, ἤδη ποτ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν. ἀλλ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ τὸ τῶν γερόντων, ἔσθ ὅμοιον σφηκιᾷ. ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι. μὴ φροντίσῃς: ἐὰν ἐγὼ λίθους ἔχω, πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기