호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Ξανθία καὶ Σωσία, καθεύδετε·? οἴμοι. τί ἔστι· Βδελυκλέων ἀνίσταται. οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ ἅτερος· ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ ἄθρει κατὰ τῆς πυέλου τὸ τρῆμ ὅπως μὴ κδύσεται: σὺ δὲ τῇ θύρᾳ πρόσκεισο. ταῦτ ὦ δέσποτα. ἄναξ Πόσειδον τί ποτ ἄρ ἡ κάπνη ψοφεῖ· οὗτος τίς εἶ σύ· καπνὸς ἔγωγ ἐξέρχομαι. καπνός· φέρ ἴδω ξύλου τίνος σύ. συκίνου. νὴ τὸν Δί ὅσπερ γ ἐστὶ δριμύτατος καπνῶν. ἀτὰρ οὐκέτ ἐρρήσεις γε, ποῦ σθ ἡ τηλία· δύου πάλιν: φέρ ἐπαναθῶ σοι καὶ ξύλον. ἐνταῦθά νυν ζήτει τιν ἀλλην μηχανήν. ἀτὰρ ἄθλιός γ εἰίμ ὡς ἕτερός γ οὐδεὶς ἀνήρ, ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι. <ὅδε> τὴν θύραν ὠθεῖ: πιέζέ νυν σφόδρα, εὖ κἀνδρικῶς: κἀγὼ γὰρ ἐνταῦθ ἔρχομαι. καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ φύλατθ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται. τί δράσετ· οὐκ ἐκφρήσετ ὦ μιαρώτατοι δικάσοντά μ, ἀλλ ἐκφεύξεται Δρακοντίδης· σὺ δὲ τοῦτο βαρέως ἂν φέροις· ὁ γὰρ θεὸς μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ, ὅταν τις ἐκφύγῃ μ ἀποσκλῆναι τότε. Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος. ἴθ ἀντιβολῶ ς ἔκφρες με, μὴ διαρραγῶ. μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε. διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον. ἀλλ οὐκ ἔχεις ὀδόντας. οἴμοι δείλαιος: τῶς ἄν ς ἀποκτείναιμι· πῶς· δότε μοι ξίφος ὅπως τάχιστ, ἢ πινάκιον τιμητικόν. ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν. μὰ τὸν Δί οὐ δῆτ, ἀλλ ἀποδόσθαι βούλομαι τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις: νουμηνία γάρ ἐστιν. οὔκουν κἂν ἐγὼ αὐτὸν ἀποδοίμην δῆτ ἄν· οὐχ ὥσπερ γ ἐγώ. μὰ Δί ἀλλ ἄμεινον. ἀλλὰ τὸν ὄνον ἔξαγε. οἱάν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς, ἵν αὐτὸν ἐκπέμψειας. ἀλλ οὐκ ἔσπασεν ταύτῃ γ: ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου. ἀλλ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν. κάνθων τί κλάεις· ὅτι πεπράσει τήμερον· βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις Ὀδυσσέα τιν· ἀλλὰ ναὶ μὰ Δία φέρει κάτω γε τουτονί τιν ὑποδεδυκότα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기