호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον, ὀλίγ ἄτθ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.? ἡμῖν γὰρ οὐκ ἔστ οὔτε κάρυ ἐκ φορμίδος δούλω διαρριπτοῦντε τοῖς θεωμένοις, οὔθ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης: οὐδ εἰ Κλέων γ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν. ἀλλ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον, ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους. οὗτος φυλάττειν τὸν πατέρ ἐπέταξε νῷν, ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδ ἂν εἷς γνοίη ποτ οὐδ ἂν ξυμβάλοι εἰ μὴ πύθοιθ ἡμῶν: ἐπεὶ τοπάζετε. Ἀμυνίας μὲν ὁ Προνάπους φής οὑτοσὶ εἶναι φιλόκυβον αὐτόν: ἀλλ οὐδὲν λέγει. μὰ Δί, ἀλλ ἀφ αὑτοῦ τὴν νόσον τεκμαίρεται. οὔκ, ἀλλὰ "φιλο" μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ. ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον εἶναι φιλοπότην αὐτόν. οὐδαμῶς γ, ἐπεὶ αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος. Νικόστρατος δ αὖ φησιν ὁ Σκαμβωνίδης εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον. μὰ τὸν κύν ὦ Νικόστρατ οὐ φιλόξενος, ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기