- 텍스트

Aristophanes, Wasps, Prologue 1:

(아리스토파네스, Wasps, Prologue 1:)

Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία·? φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι. κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα. ἆρ οἶσθά γ οἱο῀ν κνώδαλον φυλάττομεν· οἶδ, ἀλλ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι. σὺ δ οὖν παρακινδύνευ, ἐπεὶ καὐτοῦ γ ἐμοῦ κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ. ἀλλ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς· οὔκ, ἀλλ ὕπνος μ ἔχει τις ἐκ Σαβαζίου. τὸν αὐτὸν ἄρ ἐμοὶ βουκολεῖς Σαβάζιον. κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος: καὶ δῆτ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως. κἄγωγ ἀληθῶς οἱο῀ν οὐδεπώποτε. ἀτὰρ σὺ λέξον πρότερος. ἐδόκουν αἰετὸν καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν, κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον. οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος. πῶς δή· προσερεῖ τις τοῖσι συμπόταις, λέγων τί ταὐτὸν ἐν γῇ τ ἀπέβαλεν κἀν οὐρανῷ κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα· οἴμοι τί δῆτά μοι κακὸν γενήσεται ἰδόντι τοιοῦτον ἐνύπνιον· μὴ φροντίσῃς. οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς. δεινόν γέ ποὔστ ἄνθρωπος ἀποβαλὼν ὅπλα. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον. ἀλλ ἐστὶν μέγα. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου. λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος. ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα, βακτηρίας ἔχοντα καὶ τριβώνια: κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει δημηγορεῖν φάλαινα πανδοκεύτρια, ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός. αἰβοῖ. τί ἔστι· παῦε παῦε, μὴ λέγε: ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς. εἶθ ἡ μιαρὰ φάλαιν ἔχουσα τρυτάνην ἵστη βόειον δημόν. οἴμοι δείλαιος: τὸν δῆμον ἡμῶν βούλεται διιστάναι. ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων. εἶτ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας, "ὁλᾷς· Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. " ὀρθῶς γε τοῦτ Ἀλκιβιάδης ἐτραύλισεν. οὔκουν ἐκεῖν ἀλλόκοτον, ὁ Θέωρος κόραξ γιγνόμενος· ἥκιστ, ἀλλ ἄριστον. πῶς· ὅπως· ἄνθρωπος ὢν εἶτ ἐγένετ ἐξαίφνης κόραξ: οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι ἀρθεὶς ἀφ ἡμῶν ἐς κόρακας οἰχήσεται· εἶτ οὐκ ἐγὼ δοὺς δύ ὀβολὼ μισθώσομαι οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION