호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων·? κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν ποιεῖ μ ἄθυμον περιπατεῖν τ ἄνω κάτω. τί φῄς· τί φῄς· ἀληθῆ, ἀληθῆ. τί δ ἐστὶ δεινόν· φράζε ταῖς σαυτῆς φίλαις. ἀλλ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ. μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν. βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου. ἰὼ Ζεῦ. τί Ζῆν ἀυτεῖς· ταῦτα δ οὖν οὕτως ἔχει. ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι οἱά τ ἀπὸ τῶν ἀνδρῶν: διαδιδράσκουσι γάρ. τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον, τὴν δ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δ αὐτομολοῦσαν, τὴν δ ἐπὶ στρούθου μίαν ἤδη πέτεσθαι διανοουμένην κάτω ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. πάσας τε προφάσεις ὥστ ἀπελθεῖν οἴκαδε ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται. αὕτη σὺ ποῖ θεῖς· οἴκαδ ἐλθεῖν βούλομαι. οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια ὑπὸ τῶν σέων κατακοπτόμενα. ποίων σέων· οὐκ εἶ πάλιν· ἀλλ ἥξω ταχέως νὴ τὼ θεὼ ὅσον διαπετάσας ἐπὶ τῆς κλίνης μόνον. μὴ διαπετάννυ, μηδ ἀπέλθῃς μηδαμῇ. ἀλλ ἐῶ πολέσθαι τἄρι· ἢν τούτου δέῃ. τάλαιν ἐγώ, τάλαινα τῆς Ἀμοργίδος, ἣν ἄλοπον οἴκοι καταλέλοιφ. αὕθἠτέρα ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται. χώρει πάλιν δεῦρ. ἀλλὰ νὴ τὴν Φωσφόρον ἔγωγ ἀποδείρας αὐτίκα μάλ ἀνέρχομαι. μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ, ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται. ὦ πότνι Εἰλείθυι ἐπίσχες τοῦ τόκου, ἑώς ἂν εἰς ὅσιον μόλω γὼ χωρίον. τί ταῦτα ληρεῖς· αὐτίκα μάλα τέξομαι. ἀλλ οὐκ ἐκύεις σύ γ ἐχθές. ἀλλὰ τήμερον. ἀλλ οἴκαδέ μ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη ἀπόπεμψον ὡς τάχιστα. τίνα λόγον λέγεις· τί τοῦτ ἔχεις τὸ σκληρόν· ἄρρεν παιδίον. μὰ τὴν Ἀφροδίτην οὐ σύ γ, ἀλλ ἢ χαλκίον ἔχειν τι φαίνει κοῖλον: εἴσομαι δ ἐγώ. ὦ καταγέλαστ ἔχουσα τὴν ἱερὰν κυνῆν κυεῖν ἔφασκες· καὶ κυῶ γε νὴ Δία. τί δῆτα ταύτην εἶχες· ἵνα μ εἰ καταλάβοι ὁ τόκος ἔτ ἐν πόλει, τέκοιμ ἐς τὴν κυνῆν ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί. τί λέγεις· προφασίζει: περιφανῆ τὰ πράγματα. οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς· ἀλλ οὐ δύναμαι γωγ οὐδὲ κοιμᾶσθ ἐν πόλει, ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε. ἐγὼ δ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν ἀπόλλυμαι ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί. ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων. ποθεῖτ ἴσως τοὺς ἄνδρας: ἡμᾶς δ οὐκ οἰεί ποθεῖν ἐκείνους· ἀργαλέας γ εὖ οἶδ ὅτι ἄγουσι νύκτας. ἀλλ ἀνάσχεσθ ὦγαθαί, καὶ προσταλαιπωρήσατ ἔτ ὀλίγον χρόνον, ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν μὴ στασιάσωμεν: ἔστι δ ὁ χρησμὸς οὑτοσί. λέγ αὐτὸν ἡμῖν ὅ τι λέγει. σιγᾶτε δή. ἀλλ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δ ὑπέρτερα νέρτερα θήσει Ζεὺς ὑψιβρεμέτης - ἐπάνω κατακεισόμεθ ἡμεῖς· ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει ὄρνεον οὐδ ὁτιοῦν καταπυγωνέστερον εἶναι. σαφής γ ὁ χρησμὸς νὴ Δί. ὦ πάντες θεοί, μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, ἀλλ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기