- 텍스트

Aristophanes, Lysistrata, Episode

(아리스토파네스, Lysistrata, Episode)

ἆρ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν, οὗ γώ ποτ ὢν ἤκουον ἐν τἠκκλησίᾳ·? ἔλεγε δ ὁ μὴ ὡρ´ασι μὲν Δημόστρατος πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δ ὀρχουμένη αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων: ἡ δ ὑποπεπωκυῖ ἡ γυνὴ πὶ τοῦ τέγους κόπτεσθ Ἄδωνιν φησίν: ὁ δ ἐβιάζετο ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. τοιαῦτ ἀπ αὐτῶν ἐστιν ἀκόλαστ ᾄσματα. τί δῆτ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ ὕβριν· αἳ τἄλλα θ ὑβρίκασι κἀκ τῶν καλπίδων ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας. νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτ ἀπ αὐτῶν βλαστάνει βουλεύματα. οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί: ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. ἐμοὶ μὲν οὖν ἔστ ἐς Σαλαμῖνα πλευστέα: σὺ δ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον. ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει νεανίαν καὶ πέος ἔχοντ οὐ παιδικόν: ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν ἅθ ἁπαλὸν ὄν: τοῦτ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ. τοιαῦτ ἀπήντηκ ἐς τοιαυτὶ πράγματα, ὅτε γ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον, ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις. ἀλλ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς, ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. τί κέχηνας ὦ δύστηνε· ποῖ δ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλ ἢ καπηλεῖον σκοπῶν· οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετ· ἐνθενδὶ δ ἐγὼ ξυνεκμοχλεύσω. μηδὲν ἐκμοχλεύετε: ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν· οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. ἄληθες ὦ μιαρὰ σύ· ποῦ σθ ὁ τοξότης· ξυλλάμβαν αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ. εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται. ἔδεισας οὗτος· οὐ ξυναρπάσει μέσην καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον· εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον τὴν χεῖρ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. ἰδού γἐπιχεσεῖ. ποῦ στιν ἕτερος τοξότης· ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ. εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ ἄκραν ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα. τουτὶ τί ἦν· ποῦ τοξότης· ταύτης ἔχου. παύσω τιν ὑμῶν τῆσδ ἐγὼ τῆς ἐξόδου. εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. οἴμοι κακοδαίμων: ἐπιλέλοιφ ὁ τοξότης. ἀτὰρ οὐ γυναικῶν οὐδέποτ ἔσθ ἡττητέα ἡμῖν: ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι ξυνταξάμενοι. νὴ τὼ θεὼ γνώσεσθ ἄρα ὅτι καὶ παρ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι. ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετ, οὐ παιήσετ, οὐκ ἀράξετε· οὐ λοιδορήσετ, οὐκ ἀναισχυντήσετε· παύσασθ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε. οἴμ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν. ἀλλὰ τί γὰρ ᾤου· πότερον ἐπὶ δούλας τινὰς ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἰεί χολὴν ἐνεῖναι· νὴ τὸν Ἀπόλλω καὶ μάλα πολλήν γ, ἐάνπερ πλησίον κάπηλος ᾖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION