- 텍스트

Aristophanes, Lysistrata, Prologue

(아리스토파네스, Lysistrata, Prologue)

ἀλλ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν, ἢ ς Πανὸς ἢ πὶ Κωλιάδ ἢ ς Γενετυλλίδος, οὐδ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.? νῦν δ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή: πλὴν ἥ γ ἐμὴ κωμῆτις ἥδ ἐξέρχεται. χαῖρ ὦ Καλονίκη. καὶ σύ γ ὦ Λυσιστράτη. τί συντετάραξαι· μὴ σκυθρώπαζ ὦ τέκνον. οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. ἀλλ ὦ Καλονίκη κάομαι τὴν καρδίαν, καὶ πόλλ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα εἶναι πανοῦργοι - καὶ γάρ ἐσμεν νὴ Δία. εἰρημένον δ αὐταῖς ἀπαντᾶν ἐνθάδε βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος, εὕδουσι κοὐχ ἥκουσιν. ἀλλ ὦ φιλτάτη ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος. ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ ἐκύπτασεν, ἡ δ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον κατέκλινεν, ἡ δ ἔλουσεν, ἡ δ ἐψώμισεν. ἀλλ ἕτερά τἄρ ἦν τῶνδε προὐργιαίτερα αὐταῖς. τί δ ἐστὶν ὦ φίλη Λυσιστράτη, ἐφ ὅ τι ποθ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς· τί τὸ πρᾶγμα· πηλίκον τι· μέγα. μῶν καὶ παχύ· καὶ νὴ Δία παχύ. κᾆτα πῶς οὐχ ἥκομεν· οὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν. ἀλλ ἔστιν ὑπ ἐμοῦ πρᾶγμ ἀνεζητημένον πολλαῖσί τ ἀγρυπνίαισιν ἐρριπτασμένον. ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον. οὕτω γε λεπτὸν ὥσθ ὅλης τῆς Ἑλλάδος ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία. ἐν ταῖς γυναιξίν· ἐπ ὀλίγου γ ὠχεῖτ ἄρα. ὡς ἔστ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτ εἶναι μήτε Πελοποννησίους - βέλτιστα τοίνυν μηκέτ εἶναι νὴ Δία. Βοιωτίους τε πάντας ἐξολωλέναι. μὴ δῆτα πάντας γ, ἀλλ ἄφελε τὰς ἐγχέλεις. περὶ τῶν Ἀθηνῶν δ οὐκ ἐπιγλωττήσομαι τοιοῦτον οὐδέν: ἀλλ ὑπονόησον σύ μοι. ἢν δὲ ξυνέλθως αἱ γυναῖκες ἐνθάδε αἵ τ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα. τί δ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο ἢ λαμπρόν, αἳ καθήμεθ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι καὶ Κιμμερίκ ὀρθοστάδια καὶ περιβαρίδας· ταῦτ αὐτὰ γάρ τοι κἄσθ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.

τίνα δὴ τρόπον ποθ· ὥστε τῶν νῦν μηδένα ἀνδρῶν ἐπ ἀλλήλοισιν ἄρεσθαι δόρυ - κροκωτὸν ἄρα νὴ τὼ θεὼ γὼ βάψομαι. μηδ ἀσπίδα λαβεῖν - Κιμμερικὸν ἐνδύσομαι. μηδὲ ξιφίδιον. κτήσομαι περιβαρίδας. ἆρ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ ἐχρῆν· οὐ γὰρ μὰ Δί ἀλλὰ πετομένας ἥκειν πάλαι. ἀλλ ὦ μέλ ὄψει τοι σφόδρ αὐτὰς Ἀττικάς, ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον. ἀλλ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα, οὐδ ἐκ Σαλαμῖνος. ἀλλ ἐκεῖναί γ οἶδ ὅτι ἐπὶ τῶν κελήτων διαβεβήκας ὄρθριαι. οὐδ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων γυναῖκας, οὐχ ἥκουσιν. ἡ γοῦν Θεογένους ὡς δεῦρ ἰοῦσα θοὐκάταιον ἤρετο. ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες. αἱδί θ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού, πόθεν εἰσίν· Ἀναγυρουντόθεν. νὴ τὸν Δία: ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ. μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη· τί φῄς· τί σιγᾷς· οὔ ς ἐπαινῶ Μυρρίνη ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος. μόλις γὰρ ηὑρ῀ον ἐν σκότῳ τὸ ζώνιον. ἀλλ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε. μὰ Δί ἀλλ ἐπαναμείνωμεν ὀλίγου γ οὕνεκα τάς τ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων γυναῖκας ἐλθεῖν. πολὺ σὺ κάλλιον λέγεις. ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ. οἱο῀ν τὸ κάλλος γλυκυτάτη σου φαίνεται. ὡς δ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. κἂν ταῦρον ἄγχοις. μάλα γ οἰῶ ναὶ τὼ σιώ: γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι. ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις. ᾇπερ ἱερεῖόν τοί μ ὑποψαλάσσετε. ἡδὶ δὲ ποδαπή σθ ἡ νεᾶνις ἡτέρα· πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία ἵκει ποθ ὑμέ.

νὴ μὰ Δία Βοιωτία, καλόν γ ἔχουσα τὸ πεδίον. καὶ νὴ Δία κομψότατα τὴν βληχώ γε παρατετιλμένη. τίς δ ἡτέρα παῖς· χαΐα ναὶ τὼ σιώ, Κορινθία δ αὖ. χαΐα νὴ τὸν Δία δήλη στὶν οὖσα ταυταγὶ τἀντευθενί. τίς δ αὖ ξυναλίαξε τόνδε τὸν στόλον τὸν τᾶν γυναικῶν· ἥδ ἐγώ. μύσιδδέ τοι ὅ τι λῇς ποθ ἁμέ. νὴ Δί ὦ φίλη γύναι, λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ ἐστί σοι. λέγοιμ ἂν ἤδη. πρὶν λέγειν <δ>, ὑμᾶς τοδὶ ἐπερήσομαί τι μικρόν. ὅ τι βούλει γε σύ. τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων ἐπὶ στρατιᾶς ἀπόντας· εὖ γὰρ οἶδ ὅτι πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ. ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη. ὁ δ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ. ὁ δ ἐμός γα καἴ κ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα. ἀλλ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι, οὐκ εἶδον οὐδ ὄλισβον ὀκτωδάκτυλον, ὃς ἦν ἂν ἡμῖν σκυτίνη πικουρία. ἐθέλοιτ ἂν οὖν, εἰ μηχανὴν εὑρ´οιμ ἐγώ, μετ ἐμοῦ καταλῦσαι τὸν πόλεμον· νὴ τὼ θεώ: ἔγωγ ἂν <οὖν> κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν. ἐγὼ δέ γ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ. ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ ἄνω ἔλσοιμ ὅπᾳ μέλλοιμί γ εἰράναν ἰδεῖν. λέγοιμ ἄν: οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον. ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν, ἀφεκτέ ἐστὶ - τοῦ· φράσον. ποιήσετ οὖν· ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ. ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους. τί μοι μεταστρέφεσθε· ποῖ βαδίζετε· αὗται τί μοιμυᾶτε κἀνανεύετε· τί χρὼς τέτραπται· τί δάκρυον κατείβεται· ποιήσετ ἢ οὐ ποιήσετ· ἢ τί μέλλετε· οὐκ ἂν ποιήσαιμ, ἀλλ ὁ πόλεμος ἑρπέτω. μὰ Δί οὐδ ἐγὼ γάρ, ἀλλ ὁ πόλεμος ἑρπέτω.

ταυτὶ σὺ λέγεις ὦ ψῆττα· καὶ μὴν ἄρτι γε ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ. ἄλλ ἄλλ ὅ τι βούλει: κἄν με χρῇ διὰ τοῦ πυρὸς ἐθέλω βαδίζειν: τοῦτο μᾶλλον τοῦ πέους. οὐδὲν γὰρ οἱο῀ν ὦ φίλη Λυσιστράτη. τί δαὶ σύ· κἀγὼ βούλομαι διὰ τοῦ πυρός. ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος, οὐκ ἐτὸς ἀφ ἡμῶν εἰσιν αἱ τραγῳδίαι. οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη. ἀλλ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ μόνη μετ ἐμοῦ, τὸ πρᾶγμ ἀνασωσαίμεσθ ἔτ <ἄν>, ξυμψήφισαί μοι. χαλεπὰ μὲν ναὶ τὼ σιὼ γυναῖκάς ἐσθ ὑπνῶν ἄνευ ψωλᾶς μόνας. ὅμως γα μάν: δεῖ τᾶς γὰρ εἰράνας μάλ αὖ. ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή. εἰ δ ὡς μάλιστ ἀπεχοίμεθ οὗ σὺ δὴ λέγεις, ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ γένοιτ ἂν εἰρήνη· πολύ γε νὴ τὼ θεώ. εἰ γὰρ καθοίμεθ ἔνδον ἐντετριμμέναι, κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ ἀπεχοίμεθα, σπονδὰς ποιήσαιντ ἂν ταχέως, εὖ οἶδ ὅτι. ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ γυμνᾶς παραϊδὼν ἐξέβαλ, οἰῶ, τὸ ξίφος. τί δ ἢν ἀφιῶς ἅνδρες ἡμᾶς ὦ μέλε· τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην. φλυαρία ταῦτ ἐστὶ τὰ μεμιμημένα. ἐὰν λαβόντες δ ἐς τὸ δωμάτιον βίᾳ ἕλκωσιν ἡμᾶς· ἀντέχου σὺ τῶν θυρῶν. ἐὰν δὲ τύπτωσιν· παρέχειν χρὴ κακὰ κακῶς. οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. κἄλλως ὀδυνᾶν χρή: κἀμέλει ταχέως πάνυ ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ εὐφρανθήσεται ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ. εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ. καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν: τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν· ἡμεῖς ἀμέλει σοι τά γε παρ ἡμῖν πείσομεν. οὐχ ἇς πόδας κ ἔχωντι ταὶ τριήρεες, καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ. ἀλλ ἔστι καὶ τοῦτ εὖ παρεσκευασμένον:

καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἑώς ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν. παντᾷ κ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς. τί δῆτα ταῦτ οὐχ ὡς τάχιστ ὦ Λαμπιτοῖ ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ· πάρφαινε μὰν τὸν ὁρ´κον, ὡς ὀμιόμεθα. καλῶς λέγεις. ποῦ σθ ἡ Σκύθαινα· ποῖ βλέπεις· θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις. Λυσιστράτη τίν ὁρ´κον ὁρκώσεις ποθ ἡμᾶς· ὅντινα· εἰς ἀσπίδ, ὥσπερ φάς ἐν Αἰσχύλῳ ποτέ, μηλοσφαγούσας. μὴ σύ γ ὦ Λυσιστράτη εἰς ἀσπίδ ὀμόσῃς μηδὲν εἰρήνης πέρι. τίς ἂν οὖν γένοιτ ἂν ὁρ´κος· εἰ λευκόν ποθεν ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα. ποῖ λευκὸν ἵππον· ἀλλὰ πῶς ὀμούμεθα ἡμεῖς· ἐγώ σοι νὴ Δί, ἢν βούλῃ, φράσω. θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον ὀμόσωμεν ἐς τὴν κύλικα μὴ πιχεῖν ὕδωρ. φεῦ δᾶ τὸν ὁρ´κον ἄφατον ὡς ἐπαινίω. φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον. ὦ φίλταται γυναῖκες, <ὁ> κεραμεὼν ὅσος. ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου. δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής. εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς. καὶ μὰν ποτόδδει γ ἁδὺ ναὶ τὸν Κάστορα. ἐᾶτε πρώτην μ ὦ γυναῖκες ὀμνύναι. μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς. λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ: λεγέτω δ ὑπὲρ ὑμῶν μί ἅπερ ἂν κἀγὼ λέγω: ὑμεῖς δ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε. οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ ἀνήρ - οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ ἀνήρ - ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε. ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς.

παπαῖ ὑπολύεταί μου τὰ γόνατ ὦ Λυσιστράτη. οἴκοι δ ἀταυρώτη διάξω τὸν βίον - οἴκοι δ ἀταυρώτη διάξω τὸν βίον - κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, - κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, - ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: κοὐδέποθ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. κοὐδέποθ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. ἐὰν δέ μ ἄκουσαν βιάζηται βίᾳ, - ἐὰν δέ μ ἄκουσαν βιάζηται βίᾳ, - κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. οὐ στήσομαι λέαιν ἐπὶ τυροκνήστιδος. οὐ στήσομαι λέαιν ἐπὶ τυροκνήστιδος. ταῦτ ἐμπεδοῦσα μὲν πίοιμ ἐντευθενί: ταῦτ ἐμπεδοῦσα μὲν πίοιμ ἐντευθενί: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ ἡ κύλιξ. εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ ἡ κύλιξ. συνεπόμνυθ ὑμεῖς ταῦτα πᾶσαι· νὴ Δία. φέρ ἐγὼ καθαγίσω τήνδε. τὸ μέρος γ ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι. τίς ὡλολυγά· τοῦτ ἐκεῖν οὑγὼ λεγον: αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ ἤδη κατειλήφασιν. ἀλλ ὦ Λαμπιτοῖ σὺ μὲν βάδιζε καὶ τὰ παρ ὑμῶν εὖ τίθει, τασδὶ δ ὁμήρους κατάλιφ ἡμῖν ἐνθάδε: ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς. οὔκουν ἐφ ἡμᾶς ξυμβοηθήσειν οἰεί τοὺς ἄνδρας εὐθύς· ὀλίγον αὐτῶν μοι μέλει. οὐ γὰρ τοσαύτας οὔτ ἀπειλὰς οὔτε πῦρ ἥξους ἔχοντες ὥστ ἀνοῖξαι τὰς πύλας ταύτας, ἐὰν μὴ φ οἷσιν ἡμεῖς εἴπομεν. μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ: ἄλλως γὰρ ἂν ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ ἄν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION