호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὰ Δί οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.? μηδέ γ ἐπείη. ἀλλ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ πικαθῆτο, ὥστε γε καὐτόν σε κατ οὖν ἔβαλεν. νὴ τὸν Δία τοῦτό γέ τοι δή. ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης. καὶ τί βλάπτους ὦ σχέτλι ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι· ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας. πότερον δ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα· μὰ Δί ἀλλ ὄντ: ἀλλ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν, καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δ ἡβῶσι ποιηταί. πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς. ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ ἐστὶ τὸ χρηστὰ διδάσκειν, ὃν χρῆν φράζειν ἀνθρωπείως· ἀλλ ὦ κακόδαιμον ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν. κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι: καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν. ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ. τί δράσας· πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι ἀμπισχών, ἵν ἐλεινοὶ τοῖς ἀνθρώποις φαίνοιντ εἶναι. τοῦτ οὖν ἔβλαψά τι δράσας· οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι. νὴ τὴν Δήμητρα χιτῶνά γ ἔχων οὔλων ἐρίων ὑπένερθεν. κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν. εἶτ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας, ἣ ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ ἡνίκ ἐγὼ ζων, οὐκ ἠπίσταντ ἀλλ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν. νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ ἐς τὸ στόμα τῷ θαλάμακι, καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι: νῦν δ ἀντιλέγει κοὐκέτ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기