호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν ἀγανακτεῖ, εἰ πρὸς τοῦτον δεῖ μ ἀντιλέγειν:? ἵνα μὴ φάσκῃ δ ἀπορεῖν με, ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν· δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν. τοῦτ οὖν εἰ μὴ πεποίηκας, ἀλλ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας, τί παθεῖν φήσεις ἄξιος εἶναι· τεθνάναι: μὴ τοῦτον ἐρώτα. σκέψαι τοίνυν οἱούς αὐτοὺς παρ ἐμοῦ παρεδέξατο πρῶτον, εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας, μηδ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους, ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους. καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν: κρανοποιῶν αὖ μ ἐπιτρίψει. καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας· Αἰσχύλε λέξον, μηδ αὐθάδως σεμνυνόμενος χαλέπαινε. δρᾶμα ποιήσας Ἄρεως μεστόν. ποῖον· τοὺς ἕπτ ἐπὶ Θήβας: ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι. τουτὶ μέν σοι κακὸν εἴργασται: Θηβαίους γὰρ πεποίηκας ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ οὕνεκα τύπτου. ἀλλ ὑμῖν αὔτ ἐξῆν ἀσκεῖν, ἀλλ οὐκ ἐπὶ τοῦτ ἐτράπεσθε. εἶτα διδάξας Πέρσας μετὰ τοῦτ ἐπιθυμεῖν ἐξεδίδαξα νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον. ἐχάρην γοῦν, ἡνίκ ἤκουσα περὶ Δαρείου τεθνεῶτος, ὁ χορὸς δ εὐθὺς τὼ χεῖρ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ. ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ ἀρχῆς ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται. Ὀρφεὺς μὲν γὰρ τελετάς θ ἡμῖν κατέδειξε φόνων τ ἀπέχεσθαι, Μουσαῖος δ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ γῆς ἐργασίας, καρπῶν ὡρ´ας, ἀρότους: ὁ δὲ θεῖος Ὅμηρος ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ ὅτι χρήστ ἐδίδαξεν, τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν· καὶ μὴν οὐ Παντακλέα γε ἐδίδαξεν ὅμως τὸν σκαιότατον: πρώην γοῦν, ἡνίκ ἔπεμπεν, τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ ἐπιδήσειν. ἀλλ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἡρ´ως: ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν ἐπαίροιμ ἄνδρα πολίτην ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ. ἀλλ οὐ μὰ Δί οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, οὐδ οἶδ οὐδεὶς ἥντιν ἐρῶσαν πώποτ ἐποίησα γυναῖκα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기