- 텍스트

Aristophanes, Frogs, Agon, Pnigos

(아리스토파네스, Frogs, Agon, Pnigos)

τοιαῦτα μέντοὐγὼ φρονεῖν τούτοισιν εἰσηγησάμην, λογισμὸν ἐνθεὶς τῇ τέχνῃ καὶ σκέψιν, ὥστ ἤδη νοεὶν ἅπαντα καὶ διειδέναι τά τ ἄλλα καὶ τὰς οἰκίας οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ κἀνασκοπεῖν, πῶς τοῦτ ἔχει·? ποῦ μοι τοδί· τίς τοῦτ ἔλαβε· νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων ἅπας τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε, ποῦ στιν ἡ χύτρα· τίς τὴν κεφαλὴν ἀπεδήδοκεν τῆς μαινίδος· τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι: ποῦ τὸ σκόροδον τὸ χθιζινόν· τίς τῆς ἐλάας παρέτραγεν· τέως δ ἀβελτερώτατοι κεχηνότες Μαμμάκυθοι Μελιτίδαι καθῆντο.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION