- 텍스트

Aristophanes, Frogs, Agon, Epirrheme 1:

(아리스토파네스, Frogs, Agon, Epirrheme 1:)

οὐχ ἱππαλεκτρυόνας μὰ Δί οὐδὲ τραγελάφους, ἅπερ σύ, ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν:? ἀλλ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς, χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν: εἶτ ἀνέτρεφον μονῳδίαις - Κηφισοφῶντα μιγνύς. εἶτ οὐκ ἐλήρουν ὅ τι τύχοιμ οὐδ ἐμπεσὼν ἔφυρον, ἀλλ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ ἂν εὐθὺς τοῦ δράματος. κρεῖττον γὰρ ἦν σοι νὴ Δί ἢ τὸ σαυτοῦ. ἔπειτ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ ἂν ἀργόν, ἀλλ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον, χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν. εἶτα δῆτα οὐκ ἀποθανεῖν σε ταῦτ ἐχρῆν τολμῶντα· μὰ τὸν Ἀπόλλω: δημοκρατικὸν γὰρ αὔτ ἔδρων. τοῦτο μὲν ἐάσον ὦ τᾶν. οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα - φημὶ κἀγώ. ὡς πρὶν διδάξαι γ ὤφελες μέσος διαρραγῆναι. λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς, νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν, κάχ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα - φημὶ κἀγώ. οἰκεῖα πράγματ εἰσάγων, οἷς χρώμεθ, οἷς ξύνεσμεν, ἐξ ὧν γ ἂν ἐξηλεγχόμην: ξυνειδότες γὰρ οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην: ἀλλ οὐκ ἐκομπολάκουν ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ ἐξέπληττον αὐτούς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους. γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς. τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ ὁ Μανῆς, σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται, οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός. Θηραμένης· σοφός γ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ, πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION