호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἢν οὖν ὑφ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς, φέρε πῶς ἐπ ἐκείνην τὴν καλὴν ἀφίξομαι·? αὐτὸς σκόπει σύ: τάδε δέ σοι ποιητέον. ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ· οὐκ οἶσθα· βαδιεῖ δεῦρ. ἀφέτω νύν μ αὑτηί. δευρὶ μὲν οὖν ἴθ ὡς ἔμ. ἢν ἡδί μ ἀφῇ. ἀλλ οὐκ ἀφήσω μὰ Δία ς. οὐδὲ μὴν ἐγώ. χαλεπαί γ ἂν ἦστε γενόμεναι πορθμῆς. τιή· ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε. σιγῇ βάδιζε δεῦρο. μὰ Δί ἀλλ ὡς ἐμέ. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον. πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι· καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν. οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας ἑλκόμενός εἰμ. ἀλλ οὐδὲν ἔσται σοι πλέον. ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ. μὴ πρὸς θεῶν: ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν. νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γ ἤν τέ μή. ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν, κἄπειτ ἐπειδὰν τῆσδ ἀπαλλαγῶ, πάλιν φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρ οὐ κακοδαίμων εἰμί· βαρυδαίμων μὲν οὖν νὴ τὸν Δία τὸν σωτῆρ ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι. ὅμως δ ἐάν τι πολλὰ πολλάκις πάθω ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ ἐσπλέων, θάψαι μ ἐπ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς, καὶ τήνδ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ ἄνω πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기