- 텍스트

Aristophanes, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 3:

(아리스토파네스, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 3:)

αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον ἕλκεις, παρ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων πρότερον καθεύδειν αὐτόν·? οἴμοι δείλαιος. πόθεν ἐξέκυψας ὦ κάκιστ ἀπολουμένη· τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον. βάδιζε δεῦρο. μηδαμῶς με περιίδῃς ἑλκόμενον ὑπὸ τῆσδ ἀντιβολῶ ς. ἀλλ οὐκ ἐγώ, ἀλλ ὁ νόμος ἕλκει ς. οὐκ ἐμέ γ, ἀλλ ἔμπουσά τις ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη. ἕπου μαλακίων δεῦρ ἀνύσας καὶ μὴ λάλει. ἴθι νυν ἐάσον εἰς ἄφοδον πρώτιστά με ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν: εἰ δὲ μή, αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ αὐτίκα ὑπὸ τοῦ δέους. θάρρει, βάδιζ: ἔνδον χεσεῖ. δέδοικα κἀγὼ μὴ πλέον γ ἢ βούλομαι. ἀλλ ἐγγυητάς σοι καταστήσω δύο ἀξιόχρεως. μή μοι καθίστη. ποῖ σὺ ποῖ χωρεῖς μετὰ ταύτης· οὐκ ἔγωγ, ἀλλ ἕλκομαι. ἀτὰρ ἥτις εἶ γε, πόλλ ἀγαθὰ γένοιτό σοι, ὅτι μ οὐπεριεῖδες ἐπιτριβέντ. ὦ Ἡράκλεις ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω, τοῦτ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον. ἀτὰρ τί τὸ πρᾶγμ ἔστ ἀντιβολῶ τουτί ποτε· πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων· μὴ σκῶπτέ μ ἀλλὰ δεῦρ ἕπου. δευρὶ μὲν οὖν. ὡς οὐκ ἀφήσω ς οὐδέποτ. οὐδὲ μὴν ἐγώ. διασπάσεσθέ μ ὦ κακῶς ἀπολούμεναι. ἐμοὶ γὰρ ἀκολουθεῖν ς ἔδει κατὰ τὸν νόμον. οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ αἰσχίων φανῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION