- 텍스트

Aristophanes, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 2:

(아리스토파네스, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 2:)

ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι, κοὐκ ἂν πιθοίμην οὐδέποτ.? ἀλλὰ νὴ Δία ἀναγκάσει τουτί σε. τοῦτο δ ἔστι τί· ψήφισμα, καθ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ. λέγ αὐτὸ τί ποτε κἄστι. καὶ δή σοι λέγω. ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν τὴν γραῦν προκρούσῃ πρῶτον: ἢν δὲ μὴ θέλῃ πρότερον προκρούειν ἀλλ ἐπιθυμῇ τῆς νέας, ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου. οἴμοι Προκρούστης τήμερον γενήσομαι. τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον. τί δ ἢν ἀφαιρῆταί μ ἀνὴρ τῶν δημοτῶν ἢ τῶν φίλων ἐλθών τις· ἀλλ οὐ κύριος ὑπὲρ μέδιμνόν ἐστ ἀνὴρ οὐδεὶς ἔτι. ἐξωμοσία δ οὐκ ἔστιν· οὐ γὰρ δεῖ στροφῆς. ἀλλ ἔμπορος εἶναι σκήψομαι. κλάων γε σύ. τί δῆτα χρὴ δρᾶν· δεῦρ ἀκολουθεῖν ὡς ἐμέ. καὶ ταῦτ ἀνάγκη μοὐστί· Διομήδειά γε. ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου καὶ κλήμαθ ὑπόθου συγκλάσασα τέτταρα, καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους, ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας. ἦ μὴν ἔτ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί. νὴ τὸν Δί ἤνπερ ᾖ γέ που τῶν κηρίνων: οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί ς αὐτίκα. ποῖ τοῦτον ἕλκεις· τὸν ἐμὸν αὐτῆς εἰσάγω. οὐ σωφρονοῦσά γ: οὐ γὰρ ἡλικίαν ἔχει παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ μήτηρ ἂν αὐτῷ μᾶλλον εἰής ἢ γυνή. ὥστ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον, τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε. ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον ἐξηῦρες: ἀλλ ἐγώ σε τιμωρήσομαι. νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου: ὥστ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION