호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτος τί κόπτεις·? μῶν ἐμὲ ζητεῖς· πόθεν· καὶ τὴν θύραν γ ἤραττες. ἀποθάνοιμ ἄρα. τοῦ δαὶ δεόμενος δᾷδ ἔχων ἐλήλυθας· Ἀναφλύστιον ζητῶν τιν ἄνθρωπον. τίνα· οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως. νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ ἤν τε μή. ἀλλ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις εἰσάγομεν, ἀλλ εἰσαῦθις ἀναβεβλήμεθα. τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν. ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ ἦν ὦ γλύκων: νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ. τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον. ἀλλ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον. οὐκ οἶδ ὅ τι λέγεις: τηνδεδί μοι κρουστέον. ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν. ἀλλ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα. οἶδ ὅτι φιλοῦμαι: νῦν δὲ θαυμάζεις ὅτι θύρασί μ ηὑρ῀ες: ἀλλὰ πρόσαγε τὸ στόμα. ἀλλ ὦ μέλ ὀρρωδῶ τὸν ἐραστήν σου. τίνα· τὸν τῶν γραφέων ἄριστον. οὗτος δ ἔστι τίς· ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους. ἀλλ ἄπιθ, ὅπως μή ς ἐπὶ θύραισιν ὄψεται. οἶδ οἶδ ὅ τι βούλει. καὶ γὰρ ἐγώ σε νὴ Δία. μὰ τὴν Ἀφροδίτην ἥ μ ἔλαχε κληρουμένη, μὴ γώ ς ἀφήσω. παραφρονεῖς ὦ γρᾴδιον. ληρεῖς: ἐγὼ δ ἄξω ς ἐπὶ τἀμὰ στρώματα. τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν· μὴ σκῶπτέ μ ὦ τάλαν ἀλλ ἕπου δεῦρ ὡς ἐμέ. ἀλλ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει. νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι <ς>. ὡς ἐγὼ τοῖς τηλικούτοις ξυγκαθεύδους ἥδομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기