호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾆδ ὁπόσα βούλει καὶ παράκυφθ ὥσπερ γαλῆ:? οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεις ἀντ ἐμοῦ. οὔκουν ἐπ ἐκφοράν γε. καινόν γ ὦ σαπρά. οὐ δῆτα. τί γὰρ ἂν γραῒ καινά τις λέγοι· οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας. ἀλλὰ τί· ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον· τί μοι διαλέγει· σὺ δὲ τί διακύπτεις· ἐγώ· ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ. σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης· δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ. ὁδὶ γὰρ αὐτός ἐστιν. οὐ σοῦ γ ὦλεθρε δεόμενος οὐδέν. νὴ Δί ὦ φθίνυλλα σὺ δείξει τάχ αὐτός, ὡς ἔγωγ ἀπέρχομαι. κἄγωγ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기