호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ χύτρα δεῦρ ἔξιθι, νὴ Δία μέλαινά γ, οὐδ ἂν εἰ τὸ φάρμακον ἕψους ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.? ἵστω παρ αὐτήν, δεῦρ ἴθ, ἡ κομμώτρια. φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε ἐνταῦθα. σὺ δὲ δεῦρ ἡ κιθαρῳδὸς ἔξιθι, πολλάκις ἀναστήσασά μ εἰς ἐκκλησίαν ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον. ὁ τὴν σκάφην λαβὼν προΐτω: τὰ κηρία κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον, καὶ τὼ τρίποδ ἐξένεγκε καὶ τὴν λήκυθον. τὰ χυτρίδι ἤδη καὶ τὸν ὄχλον ἀφίετε. ἐγὼ καταθήσω τἀμά· κακοδαίμων ἄρα ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος. μὰ τὸν Ποσειδῶ γ οὐδέποτ, ἀλλὰ βασανιῶ πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι. οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ, πρὶν <ἂν> ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ ὅπως ἔχει. οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται· πότερον μετοικιζόμενος ἐξενήνοχας αὔτ ἢ φέρεις ἐνέχυρα θήσων· οὐδαμῶς. τί δῆτ ἐπὶ στοίχου στὶν οὕτως· οὔτι μὴ Ιἕρωνι τῷ κήρυκι πομπὴν πέμπετε· μὰ Δί ἀλλ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους. μέλλεις ἀποφέρειν· πάνυ γε. κακοδαίμων ἄρ εἶ νὴ τὸν Δία τὸν σωτῆρα. πῶς· πῶς· ῥᾳδίως. τί δ· οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ· ποίοισιν ὦ δύστηνε· τοῖς δεδογμένοις. δεδογμένοισιν· ὡς ἀνόητος ἦσθ ἄρα. ἀνόητος· οὐ γάρ· ἠλιθιώτατος μὲν οὖν ἁπαξαπάντων. ὅτι τὸ ταττόμενον ποιῶ· τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα· μάλιστα πάντων. τὸν μὲν οὖν ἀβέλτερον. σὺ δ οὐ καταθεῖναι διανοεῖ· φυλάξομαι, πρὶν ἄν γ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται. τί γὰρ ἄλλο γ ἢ φέρειν παρεσκευασμένοι τὰ χρήματ εἰσίν· ἀλλ ἰδὼν ἐπειθόμην. λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς. λέξουσι γάρ. καί φασιν οἴσειν ἀράμενοι. φήσουσι γάρ. ἀπολεῖς ἀπιστῶν πάντ. ἀπιστήσουσι γάρ. ὁ Ζεύς σέ γ ἐπιτρίψειεν.
ἐπιτρίψουσι γάρ. οἴσειν δοκεῖς τιν ὅστις αὐτῶν νοῦν ἔχει· οὐ γὰρ πάτριον τοῦτ ἐστίν, ἀλλὰ λαμβάνειν ἡμᾶς μόνον δεῖ νὴ Δία: καὶ γὰρ οἱ θεοί: γνώσει δ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων: ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά, ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ ὑπτίαν οὐχ ὥς τι δώσοντ ἀλλ ὅπως τι λήψεται. ὦ δαιμόνι ἀνδρῶν ἐά με τῶν προὔργου τι δρᾶν. ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ ἱμάς· ὄντως γὰρ οἴσεις· ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν τωδὶ ξυνάπτω τὼ τρίποδε. τῆς μωρίας, τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι δράσουσιν εἶτα τηνικαῦτ ἤδη - τί δρᾶν· ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι. ἵνα δὴ τί· σεισμὸς εἰ γένοιτο πολλάκις ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ, παύσαιντ ἂν ἐσφέροντες ὦμβρόντητε σύ. χαρίεντα γοῦν πάθοιμ ἄν, εἰ μὴ χοιμ ὅποι ταῦτα καταθείμην. μὴ γὰρ οὐ λάβῃς ὅποι: θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς. τιή· ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ, ἅττ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους. οἴσουσιν ὦ τᾶν. ἢν δὲ μὴ κομίσωσι, τί· ἀμέλει κομιοῦσιν. ἢν δὲ μὴ κομίσωσι, τί· μαχούμεθ αὐτοῖς. ἢν δὲ κρείττους ὦσι, τί· ἄπειμ ἐάσας. ἢν δὲ πωλῶς αὐτά, τί· διαρραγείης. ἢν διαρραγῶ δέ, τί· καλῶς ποιήσεις. σὺ δ ἐπιθυμήσεις φέρειν· ἔγωγε:
καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας ὁρῶ φέροντας. πάνυ γ ἂν οὖν Ἀντισθένης αὔτ εἰσενέγκοι: πολὺ γὰρ ἐμμελέστερον πρότερον χέσαι πλεῖν ἢ τριάκονθ ἡμέρας. οἴμωζε. Καλλίμαχος δ ὁ χοροδιδάσκαλος αὐτοῖσιν εἰσοίσει τι· πλείω Καλλίου. ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν. δεινά γε λέγεις. τί δεινόν· ὥσπερ οὐχ ὁρῶν ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα. οὐκ οἶσθ ἐκεῖν οὕδοξε τὸ περὶ τῶν ἁλῶν· ἔγωγε. τοὺς χαλκοῦς δ ἐκείνους ἡνίκα ἐψηφισάμεθ, οὐκ οἶσθα· καὶ κακόν γέ μοι τὸ κόμμ ἐγένετ ἐκεῖνο. πωλῶν γὰρ βότρυς μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων κἄπειτ ἐχώρουν εἰς ἀγορὰν ἐπ ἄλφιτα. ἔπειθ ὑπέχοντος ἄρτι μου τὸν θύλακον, ἀνέκραγ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα χαλκοῦν τὸ λοιπόν: ἀργύρῳ γὰρ χρώμεθα. τὸ δ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν τάλαντ ἔσεσθαι πεντακόσια τῇ πόλει τῆς τετταρακοστῆς, ἣν ἐπόρις Εὐριπίδης· κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην: ὅτε δὴ δ ἀνασκοπουμένοις ἐφαίνετο ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ οὐκ ἤρκεσεν, πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην. οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν, νῦν δ αἱ γυναῖκες. ἃς ἐγὼ φυλάξομαι νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου. οὐκ οἶδ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς. ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ ἔχει, χωρεῖτ ἐπείγεσθ εὐθὺ τῆς στρατηγίδος, ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις φράσῃ καθ ἕκαστον ἄνδρ ὅποι δειπνήσετε:
ὡς αἱ τράπεζαί γ εἰσὶν ἐπινενησμέναι ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι, κλῖναί τε σισυρῶν καὶ δαπίδων νενασμέναι, κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες ἑστᾶς ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται, λαγῷ ἀναπηγνύασι, πόπανα πέττεται, στέφανοι πλέκονται, φρύγεται τραγήματα, χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται. Σμοῖος δ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια. Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε ἔχων, καχάζων μεθ ἑτέρου νεανίου: ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος. πρὸς ταῦτα χωρεῖθ, ὡς ὁ τὴν μᾶζαν φέρων ἕστηκεν: ἀλλὰ τὰς γνάθους διοίγνυτε. οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ ἔχων ἐνταῦθ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ· καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν· ἐπὶ δεῖπνον. οὐ δῆτ, ἤν γ ἐκείναις νοῦς ἐνῇ, πρίν γ ἂν ἀπενέγκῃς. ἀλλ ἀποίσω. πηνίκα· οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται. τί δή· ἑτέρους ἀποίσειν φήμ ἔθ ὑστέρους ἐμοῦ. βαδιεῖ δὲ δειπνήσων ὅμως· τί γὰρ πάθω· τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν τοὺς εὖ φρονοῦντας. ἢν δὲ κωλύσωσι, τί· ὁμός εἶμι κύψας. ἢν δὲ μαστιγῶσι, τί· καλούμεθ αὐτάς. ἢν δὲ καταγελῶσι, τί· ἐπὶ ταῖς θύραις ἑστώς - τί δράσεις· εἰπέ μοι. τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία. βάδιζε τοίνυν ὕστερος: σὺ δ ὦ Σίκων καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν. φέρε νυν ἐγώ σοι ξυμφέρω. μὴ μηδαμῶς. δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι, ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων. νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος, ὅπως τὰ μὲν ὄντα χρήμαθ ἕξω, τοισδεδὶ τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ. ὀρθῶς ἔμοιγε φαίνεται: βαδιστέον ὁμός ἐστὶ δειπνήσοντα κοὐ μελλητέον. Χοροῦ τί ποθ ἅνδρες οὐχ ἥκουσιν·?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기