호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί τὸ πρᾶγμα·? ποῖ ποθ ἡ γυνὴ φρούδη στί μοι· ἐπεὶ πρὸς ἑώ νῦν γ ἔστιν, ἡ δ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ καὶ θοἰμάτιον: ὅτε δὴ δ ἐκεῖνο ψηλαφῶν οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι. ἀλλ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι· ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ· οὐ γάρ με νῦν χέζοντά γ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχ: ὅσας εἴμ ἄξιος πληγὰς λαβεῖν. οὐ γάρ ποθ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσους. ὅμως δ οὖν ἐστιν ἀποπατητέον. τίς ἔστιν· οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν· νὴ τὸν Δί αὐτὸς δῆτ ἐκεῖνος. εἰπέ μοι, τί τοῦτό σοι τὸ πυρρόν ἐστιν· οὔτι που Κινησίας σου κατατετίληκέν ποθεν· οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται. τὸ δ ἱμάτιόν σου ποῦ στιν· οὐκ ἔχω φράσαι. ζητῶν γὰρ αὔτ οὐχ ηὑρ῀ον ἐν τοῖς στρώμασιν. εἶτ οὐδὲ τὴν γυναῖκ ἐκέλευσάς σοι φράσαι· μὰ τὸν Δί οὐ γὰρ ἔνδον οὖσα τυγχάνει, ἀλλ ἐκτετρύπηκεν λαθοῦσά μ ἔνδοθεν: ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον. νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμ ἐγὼ φρούδη στ ἔχουσα θοἰμάτιον οὑγὼ φόρουν. κοὐ τοῦτο λυπεῖ μ, ἀλλὰ καὶ τὰς ἐμβάδας. οὔκουν λαβεῖν γ αὐτὰς ἐδυνάμην οὐδαμοῦ. μὰ τὸν Διόνυσον οὐδ ἐγὼ γὰρ τὰς ἐμὰς Λακωνικάς, ἀλλ ὡς ἔτυχον χεζητιῶν, ἐς τὼ κοθόρνω τὼ πόδ ἐνθεὶς ἱέμαι, ἵνα μὴ γχέσαιμ ἐς τὴν σισύραν: φανὴ γὰρ ἦν. τί δῆτ ἂν εἰή· μῶν ἐπ ἄριστον γυνὴ κέκληκεν αὐτὴν τῶν φίλων· γνώμην γ ἐμήν. οὔκουν πονηρά γ ἐστὶν ὅ τι κἄμ εἰδέναι. ἀλλὰ σὺ μὲν ἱμονιάν τιν ἀποπατεῖς, ἐμοὶ δ ὡρ´α βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν, ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον. κἄγωγ, ἐπειδὰν ἀποπατήσω: νῦν δέ μου ἀχράς τις ἐγκλῄσας ἔχει τὰ σιτία. μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς· νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα. ἀτὰρ τί δράσω· καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλ ὅταν φάγω, ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις ποτ ἔσθ ἅνθρωπος ἁχραδούσιος. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα· τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην· ἀλλ οἶδ, Ἀμύνων. ἀλλ ἴσως ἀρνήσεται. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ. οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνι Εἰλείθυια μή με περιίδῃς διαρραγέντα μηδὲ βεβαλανωμένον, ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική. οὗτος τί ποιεῖς· οὔτι που χέζεις· ἐγώ· οὐ δῆτ ἔτι γε μὰ τὸν Δί, ἀλλ ἀνίσταμαι. τὸ τῆς γυναικὸς δ ἀμπέχει χιτώνιον· ἐν τῷ σκότῳ γὰρ τοῦτ ἔτυχον ἔνδον λαβών. ἀτὰρ πόθεν ἥκεις ἐτεόν· ἐξ ἐκκλησίας. ἤδη λέλυται γάρ· νὴ Δί ὄρθριον μὲν οὖν. καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ. τὸ τριώβολον δῆτ ἔλαβες· εἰ γὰρ ὤφελον. ἀλλ ὕστερος νῦν ἦλθον, ὥστ αἰσχύνομαι μὰ τὸν Δί οὐδέν ἄλλον ἢ τὸν θύλακον. τὸ δ αἴτιον τί· πλεῖστος ἀνθρώπων ὄχλος, ὅσος οὐδεπώποτ ἦλθ ἁθρόος ἐς τὴν πύκνα. καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία: ὥστ οὐκ ἔλαβον οὔτ αὐτὸς οὔτ ἄλλοι συχνοί. οὐδ ἄρ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών·
πόθεν· οὐδ εἰ μὰ Δία τότ ἦλθες ὅτε τὸ δεύτερον ἁλεκτρυὼν ἐφθέγγετ. οἴμοι δείλαιος. Ἀντίλοχ ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται. ἀτὰρ τί τὸ πρᾶγμ ἦν, ὅτι τοσοῦτον χρῆμ ὄχλου οὕτως ἐν ὡρ´ᾳ ξυνελέγη· τί δ ἄλλο γ ἢ ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας γνώμας καθεῖναι τῆς πόλεως· κᾆτ εὐθέως πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν. κἄπειθ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς, οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν, καὶ ταῦτα περὶ σωτηρίας προκειμένου, ὃς αὐτὸς αὑτῷ βλεφαρίδ οὐκ ἐσώσατο· ὁ δ ἀναβοήσας καὶ περιβλέψας ἔφη, τί δαί με χρῆν δρᾶν· σκόροδ ὁμοῦ τρίψαντ ὀπῷ τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας, ἔγωγ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον. μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν: αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν: κἄπειτ ἔλεξε δημοτικωτάτους λόγους: ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου καὐτόν: ἀλλ ὅμως ἐρῶ ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε. ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἡμῶν οὐδέν ἂν λάβοι ποτέ. ὅσοις δὲ κλίνη μή στι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ἀπονενιμμένους ἐς τῶν σκυλοδεψῶν: ἢν δ ἀποκλῄῃ θύρᾳ χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω. νὴ τὸν Διόνυσον χρηστά γ: εἰ δ ἐκεῖνά γε προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν, τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά, ἵνα τοῦτ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν. μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας λευκός τις ἀνεπήδης ὅμοιος Νικίᾳ δημηγορήσων, κἀπεχείρησεν λέγειν ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν. εἶτ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι, τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ ἐκ τῶν ἀγρῶν ἀνεβορβόρυξαν. νοῦν γὰρ εἶχον νὴ Δία. ἀλλ ἦσαν ἥττους:
ὁ δὲ κατεῖχε τῇ βοῇ, τὰς μὲν γυναῖκας πόλλ ἀγαθὰ λέγων, σὲ δὲ πολλὰ κακά. καὶ τί εἶπε· πρῶτον μέν ς ἔφη εἶναι πανοῦργον. καὶ σέ· μή πω τοῦτ ἔρῃ. κἄπειτα κλέπτην. ἐμὲ μόνον· καὶ νὴ Δία καὶ συκοφάντην. ἐμὲ μόνον· καὶ νὴ Δία τωνδὶ τὸ πλῆθος. τίς δὲ τοῦτ ἄλλως λέγει· γυναῖκα δ εἶναι πρᾶγμ ἔφη νουβυστικὸν καὶ χρηματοποιόν: κοὔτε τἀπόρρητ ἔφη ἐκ Θεσμοφόροιν ἑκάστοτ αὐτὰς ἐκφέρειν, σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί. καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ οὐκ ἐψεύσατο. ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη ἱμάτια χρυσί ἀργύριον ἐκπώματα μόνας μόναις, οὐ μαρτύρων ἐναντίον, καὶ ταῦτ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν, ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν. νὴ τὸν Ποσειδῶ μαρτύρων γ ἐναντίον. οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά, ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει. τί δῆτ ἔδοξεν· ἐπιτρέπειν γε τὴν πόλιν ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει οὔπω γεγενῆσθαι. καὶ δέδοκται· φήμ ἐγώ. ἅπαντά τ αὐταῖς ἐστι προστεταγμένα ἃ τοῖσιν ἀστοῖς ἔμελεν· οὕτω ταῦτ ἔχει. οὐδ ἐς δικαστήριον ἄρ εἶμ ἀλλ ἡ γυνή· οὐδ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ ἡ γυνή. οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ ἆρά μοι· μὰ Δί ἀλλὰ ταῖς γυναιξὶ ταῦτ ἤδη μέλει: σὺ δ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς. ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν, μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας ἔπειτ ἀναγκάζωσι πρὸς βίαν - τί δρᾶν· κινεῖν ἑαυτάς. ἢν δὲ μὴ δυνώμεθα· ἄριστον οὐ δώσουσι. σὺ δέ γε νὴ Δία δρᾶ ταῦθ, ἵν ἀριστᾷς τε καὶ κινῇς ἅμα. τὸ πρὸς βίαν δεινότατον. ἀλλ εἰ τῇ πόλει τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ ἄνδρα δρᾶν. λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων, ἀνόηθ ὅς ἂν καὶ μῶρα βουλευσώμεθα, ἅπαντ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν. καὶ ξυμφέροι γ ὦ πότνια Παλλὰς καὶ θεοί. ἀλλ εἶμι: σὺ δ ὑγίαινε. καὶ σύ γ ὦ Χρέμης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기