호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου κάλλιστ ἐν εὐστόχοισιν ἐζητημένον:? γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν: τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις: ὁρ´μα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς, λορδουμένων τε σωμάτων ἐπιστάτην ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα: στοάς τε καρποῦ Βακχίου τε νάματος πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς: καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν. καίτοι πρὸς ὄρθρον γ ἐστίν: ἡ δ ἐκκλησία αὐτίκα μάλ ἔσται: καταλαβεῖν δ ἡμᾶς ἕδρας, ἃς Φυρόμαχός ποτ εἶπεν, εἰ μέμνησθ ἔτι, δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν. τί δῆτ ἂν εἰή· πότερον οὐκ ἐρραμμένους ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ ἔχειν· ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς· ἀλλ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ. ὡρ´α βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν. ἐγὼ δέ γ ὑμᾶς προσδοκῶς ἠγρηγόρη τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα τήνδ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν. δεῖ γὰρ τὸν ἄνδρ αὐτῆς λαθεῖν. ἤκουσά τοι ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων, ἅτ οὐ καταδαρθοῦς. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη, Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ ἐγώ, τὴν νύχθ ὅλην ἤλαυνέ μ ἐν τοῖς στρώμασιν, ὥστ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ λαβον. καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
οὔκουν ἐπείξεσθ· ὡς Γλύκη κατώμοσεν τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα. τὴν Σμικυθίωνος δ οὐχ ὁρᾷς Μελιστίχην σπεύδουσαν ἐν ταῖς ἐμβάσιν· καίτοι δοκεῖ κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη. τὴν τοῦ καπήλου δ οὐχ ὁρᾷς Γευσιστράτην ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα· καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ γυναῖκας, ὅ τι πέρ ἐστ ὄφελος ἐν τῇ πόλει. καὶ πάνυ ταλαιπώρως ἔγωγ ὦ φιλτάτη ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ ὅλην ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος. κάθησθε τοίνυν, ὡς <ἂν> ἀνέρωμαι τάδε ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε. ἔγωγε. πρῶτον μέν γ ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον: ἔπειθ ὁπόθ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου, ἀλειψαμένη τὸ σῶμ ὅλον δι ἡμέρας ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον. κἄγωγε: τὸ ξυρὸν δέ γ ἐκ τῆς οἰκίας ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη καὶ μηδὲν εἰήν ἔτι γυναικὶ προσφερής. ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ ἔχειν πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα· νὴ τὴν Ἑκάτην καλόν γ ἔγωγε τουτονί. κἄγωγ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα. ὑμεῖς δὲ τί φατε· φασί: κατανεύουσι γάρ. καὶ μὴν τά γ ἄλλ ὑμῖν ὁρῶ πεπραγμένα. Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν. ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ. τοῦτ ἔστ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται. νὴ τὸν Δία τὸν σωτῆρ ἐπιτήδειός γ ἂν ἦν τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον. ἀλλ ἄγεθ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, ἑώς ἔτ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν: ἡκκλησία δ, εἰς ἣν παρεσκευάσμεθα ἡμεῖς βαδίζειν, ἐξ ἑώ γενήσεται. νὴ τὸν Δί ὥστε δεῖ σε καταλαβεῖν ἕδρας ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
ταυτί γέ τοι νὴ τὸν Δί ἐφερόμην, ἵνα πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας. πληρουμένης τάλαινα· νὴ τὴν Ἄρτεμιν ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα ξαίνουσα· γυμνὰ δ ἐστί μου τὰ παιδία. ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει. οὐκοῦν καλά γ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι ὁ δῆμος ὢν κἄπειθ ὑπερβαίνουσά τις ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον. ἢν δ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν ξυστειλάμεναι θαἰμάτια: τὸν πώγωνά τε ὅταν καθῶμεν ὃν περιδησόμεσθ ἐκεῖ, τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ ὁρῶν· Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων ἔχων λέληθε: καίτοι πρότερον ἦν οὗτος γυνή: νυνὶ δ, ὁρᾷς, πράττει τὰ μέγιστ ἐν τῇ πόλει. τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα, ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα δυνώμεθ, ὥστ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν: νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ ἐλαύνομεν. καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία δημηγορήσει· πολὺ μὲν οὖν ἄριστά που. λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν: ἡμῖν δ ὑπάρχει τοῦτο κατὰ τύχην τινά. οὐκ οἶδα: δεινὸν δ ἐστὶν ἡ μὴ μπειρία. οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν. οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη ἄλλαι θ ὅσαι λαλεῖν μεμελετήκασί που. τίς δ ὦ μέλ ἡμῶν οὐ λαλεῖν ἐπίσταται· ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ: ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι καὐτὴ μεθ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν. δεῦρ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται. πῶς καταγέλαστον· ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις. ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
πάριτ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν. κάθιζε παριών. τίς ἀγορεύειν βούλεται· ἐγώ. περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ. ἰδού. λέγοις ἄν. εἶτα πρὶν πιεῖν λέγω· ἰδοὺ πιεῖν. τί γὰρ ὦ μέλ ἐστεφανωσάμην· ἄπιθ ἐκποδών: τοιαῦτ ἂν ἡμᾶς ἠργάσω κἀκεῖ. τί δ· οὐ πίνουσι κἀν τἠκκλησίᾳ· ἰδού γε σοὶ πίνουσι. νὴ τὴν Ἄρτεμιν καὶ ταῦτα γ εὔζωρον. τὰ γοῦν βουλεύματα αὐτῶν ὅς ἂν πράξωσιν ἐνθυμουμένοις ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα. καὶ νὴ Δία σπένδουσί γ: ἢ τίνος χάριν τοσαῦτ ἂν ηὔχοντ, εἴπερ οἶνος μὴ παρῆν· καὶ λοιδοροῦνταί γ ὥσπερ ἐμπεπωκότες, καὶ τὸν παροινοῦντ ἐκφέρους οἱ τοξόται, σὺ μὲν βάδιζε καὶ κάθης: οὐδὲν γὰρ εἶ. νὴ τὸν Δί ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν: δίψῃ γάρ, ὡς ἐοίκ, ἀφαυανθήσομαι. ἔσθ ἥτις ἑτέρα βούλεται λέγειν· ἐγώ. ἴθι δὴ στεφανοῦ: καὶ γὰρ τὸ χρῆμ ἐργάζεται. ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ. ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων λέγειν τὰ βέλτισθ, ἵν ἐκαθήμην ἥσυχος: νῦν δ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ. μὰ τὼ θεώ· τάλαινα ποῦ τὸν νοῦν ἔχεις· τί δ ἔστιν· οὐ γὰρ δὴ πιεῖν γ ᾔτησά σε. μὰ Δί ἀλλ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας, καίτοι τά γ ἄλλ εἰποῦσα δεξιώτατα. ὢ νὴ τὸν Ἀπόλλω. παῦε τοίνυν, ὡς ἐγὼ ἐκκλησιάσους οὐκ ἂν προβαίην τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτ ἀκριβωθήσεται. φέρε τὸν στέφανον: ἐγὼ γὰρ αὖ λέξω πάλιν. οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς. ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι - γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις· δι Ἐπίγονόν γ ἐκεῖνον: ἐπιβλέψασα γὰρ ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν. ἄπερρε καὶ σὺ καὶ κάθης ἐντευθενί:
αὐτὴ γὰρ ὑμῶν γ ἕνεκά μοι λέξειν δοκῶ τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα. ἐμοὶ δ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα ὅσονπερ ὑμῖν: ἄχθομαι δὲ καὶ φέρω τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην ἀεὶ πονηροῖς: κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται. ἐπέτρεψας ἑτέρῳ: πλείον ἔτι δράσει κακά. χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δ οὐκ ἐθέλοντας ἀντιβολεῖθ ἑκάστοτε. ἐκκλησίαισιν ἦν ὅτ οὐκ ἐχρώμεθα οὐδὲν τὸ παράπαν: ἀλλὰ τόν γ Ἀγύρριον πονηρὸν ἡγούμεσθα: νῦν δὲ χρωμένων ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, ὁ δ οὐ λαβὼν εἶναι θανάτου φής ἀξίους τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ. νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις. τάλαιν Ἀφροδίτην ὤμοσας· χαρίεντά γ ἂν ἔδρασας, εἰ τοῦτ εἶπας ἐν τἠκκλησίᾳ. ἀλλ οὐκ ἂν εἶπον. μηδ ἐθίζου νῦν λέγειν. τὸ συμμαχικὸν αὖ τοῦθ, ὅτ ἐσκοπούμεθα, εἰ μὴ γένοιτ, ἀπολεῖν ἔφασκον τὴν πόλιν: ὅτε δὴ δ ἐγένετ, ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο. ναῦς δεῖ καθέλκειν: τῷ πένητι μὲν δοκεῖ, τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι: νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ. Ἀργεῖος ἀμαθής, ἀλλ Ιἑρώνυμος σοφός: σωτηρία παρέκυψεν, ἀλλ ὡρᾴζεται Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος. ὡς ξυνετὸς ἁνήρ.
νῦν καλῶς ἐπῄνεσας. ὑμεῖς γάρ ἐστ ὦ δῆμε τούτων αἴτιοι. τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα ἰδίᾳ σκοπεῖσθ ἕκαστος ὅ τι τις κερδανεῖ, τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται. ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθ ἔτι. ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα. εὖ γ εὖ γε νὴ Δί εὖ γε. λέγε λέγ ὦγαθέ. ὡς δ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας ἴδοις ἂν αὐτάς. ἡ δ Ἀθηναίων πόλις, εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, εἰ μή τι καινὸν ἄλλο περιηργάζετο. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ: ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ: τὰ Θεσμοφόρι ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ: πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ: τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ: μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ: αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ: οἶνον φιλοῦς εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ: βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτ ἄρα δρᾶν μέλλουσιν, ἀλλ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα, ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν: εἶτα σιτία τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν· χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τ οὐκ ἂν ἐξαπατηθείη ποτέ: αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δ ἄλλ ἐάσω: ταῦτ ἐὰν πίθησθέ μοι, εὐδαιμονοῦντες τὸν βίον διάξετε. εὖ γ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
πόθεν ὦ τάλαινα ταῦτ ἔμαθες οὕτω καλῶς· ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκης ἐν πυκνί: ἔπειτ ἀκούους ἐξέμαθον τῶν ῥητόρων. οὐκ ἐτὸς ἄρ ὦ μέλ ἦσθα δεινὴ καὶ σοφή: καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν αἱρούμεθ, ἢν ταῦθ ἁπινοεῖς κατεργάσῃ. ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς, πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ· φήσω παραφρονεῖν αὐτόν. ἀλλὰ τοῦτό γε ἴσασι πάντες. ἀλλὰ καὶ μελαγχολᾶν. καὶ τοῦτ ἴσασιν. ἀλλὰ καὶ τὰ τρύβλια κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς. τί δ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ· τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν. τί δ ἢν ὑποκρούωσίν σε· προσκινήσομαι ἅτ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων. ἐκεῖνο μόνον ἄσκεπτον, ἤν ς οἱ τοξόται ἕλκωσιν, ὅ τι δράσεις ποτ. ἐξαγκωνιῶ ὡδί: μέση γὰρ οὐδέποτε ληφθήσομαι. ἡμεῖς δέ γ, ἢν αἴρως, ἐᾶν κελεύσομεν. ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς ἐκεῖνο δ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε. εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει. χαλεπὸν τὸ πρᾶγμ: ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθ ἄνω τὰ χιτώνια: ὑποδεῖσθε δ ὡς τάχιστα τὰς Λακωνικάς, ὥσπερ τὸν ἄνδρ ἐθεᾶσθ, ὅτ εἰς ἐκκλησίαν μέλλοι βαδίζειν ἢ θύραζ ἑκάστοτε. ἔπειτ ἐπειδὰν ταῦτα πάντ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι, καὶ θαἰμάτια τἀνδρεῖά γ ἅπερ ἐκλέψατε ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις ἐπερειδόμεναι βαδίζετ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι τὸν τῶν ἀγροίκων. εὖ λέγεις: ἡμεῖς δέ γε προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἰόμαι ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν ἥξειν ἄντικρυς γυναῖκας. ἀλλὰ σπεύσαθ ὡς εἰώθ ἐκεῖ τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기