호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰοὺ ἰού.? ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται, ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ. οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου. ὦ μιαρὲ τύπτεις τὸν πατέρα· φήμ ὦ πάτερ. ὁρᾶθ ὁμολογοῦνθ ὅτι με τύπτει. καὶ μάλα. ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε. αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε. ἆρ οἶσθ ὅτι χαίρω πόλλ ἀκούων καὶ κακά· ὦ λακκόπρωκτε. πάττε πολλοῖς τοῖς ῥόδοις. τὸν πατέρα τύπτεις· κἀποφανῶ γε νὴ Δία ὡς ἐν δίκῃ ς ἔτυπτον. ὦ μιαρώτατε, καὶ πῶς γένοιτ ἂν πατέρα τύπτειν ἐν δίκῃ· ἔγωγ ἀποδείξω καί σε νικήσω λέγων. τουτὶ σὺ νικήσεις· πολύ γε καὶ ῥᾳδίως. ἑλοῦ δ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν. ποίοιν λόγοιν· τὸν κρείττον ἢ τὸν ἥττονα. ἐδιδαξάμην μέντοι σε νὴ Δί ὦ μέλε τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν τὸν πατέρα τύπτεσθ ἐστὶν ὑπὸ τῶν υἱέων. ἀλλ οἰόμαι μέντοι ς ἀναπείσειν, ὥστε γε οὐδ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς. καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기