- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, iambics 1:

(아리스토파네스, Clouds, Lyric-Scene, iambics 1:)

χἄτερά γε πόλλ:? ἀλλ ὅ τι μάθοιμ ἑκάστοτε, ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν. διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας· ἀλλ οὐκ ἀπολώλεκ, ἀλλὰ καταπεφρόντικα. τὰς δ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ· ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα. ἀλλ ἴθι βάδιζ, ἰώμεν: εἶτα τῷ πατρὶ πιθόμενος ἐξάμαρτε: κἀγώ τοί ποτε, οἶδ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος, ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν, τούτου πριάμην σοι Διασίοις ἁμαξίδα. ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ ἀχθέσει. εὖ γ ὅτι ἐπείσθης. δεῦρο δεῦρ ὦ Σώκρατες, ἔξελθ: ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ ἄκοντ ἀναπείσας. νηπύτιος γάρ ἐστ ἔτι, καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε. αὐτὸς τρίβων εἰής ἄν, εἰ κρέμαιό γε. οὐκ ἐς κόρακας· καταρᾷ σὺ τῷ διδασκάλῳ· ἰδοὺ κρέμαι, ὡς ἠλίθιον ἐφθέγξατο καὶ τοῖσι χείλεσιν διερρυηκόσιν. πῶς ἂν μάθοι ποθ οὗτος ἀπόφυξιν δίκης ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν· καίτοι γε ταλάντου τοῦτ ἔμαθεν Ὑπέρβολος. ἀμέλει δίδασκε: θυμόσοφός ἐστιν φύσει: εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ ἔγλυφεν, ἁμαξίδας τε σκυτίνας ἠργάζετο, κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς. ὅπως δ ἐκείνω τὼ λόγω μαθήσεται, τὸν κρείττον ὅστις ἐστὶ καὶ τὸν ἥττονα, ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα: ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ. αὐτὸς μαθήσεται παρ αὐτοῖν τοῖν λόγοιν. ἐγὼ δ ἀπέσομαι. τοῦτό νυν μέμνης, ὅπως πρὸς πάντα τὰ δίκαι ἀντιλέγειν δυνήσεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION