호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.? οὗτος καθεύδεις· μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. ἔχεις τι· μὰ Δί οὐ δῆτ ἔγωγ. οὐδὲν πάνυ· οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ. οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς· περὶ τοῦ· σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες. αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε. ἀκήκοας μυριάκις ἁγὼ βούλομαι, περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί. ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα, ὀρθῶς διαιρῶν καὶ σκοπῶν. οἴμοι τάλας. ἔχ ἀτρέμα: κἂν ἀπορῇς τι τῶν νοημάτων, ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλιν κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον. ὦ Σωκρατίδιον φίλτατον. τί ὦ γέρον· ἔχω τόκου γνώμην ἀποστερητικήν. ἐπίδειξον αὐτήν. εἰπὲ δή νύν μοι - τὸ τί· γυναῖκα φαρμακίδ εἰ πριάμενος Θετταλὴν καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ αὐτὴν καθείρξαιμ ἐς λοφεῖον στρογγύλον, ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων - τί δῆτα τοῦτ ἂν ὠφελήσειέν ς· ὅ τι· εἰ μηκέτ ἀνατέλλοι σελήνη μηδαμοῦ, οὐκ ἂν ἀποδοίην τοὺς τόκους. ὁτιὴ τί δή· ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται. εὖ γ: ἀλλ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν. εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη, ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι. ὅπως· ὅπως· οὐκ οἶδ: ἀτὰρ ζητητέον. μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, ἀλλ ἀποχάλα τὴν φροντίδ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός. ηὑρ´ηκ ἀφάνισιν τῆς δίκης σοφωτάτην, ὥστ αὐτὸν ὁμολογεῖν ς ἐμοί. ποίαν τινά· ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ, ἀφ ἧς τὸ πῦρ ἅπτουσι· τὴν ὑάλον λέγεις· ἔγωγε. φέρε τί δῆτ ἄν, εἰ ταύτην λαβών, ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον τὰ γράμματ ἐκτήξαιμι τῆς ἐμῆς δίκης· σοφῶς γε νὴ τὰς Χάριτας. οἴμ ὡς ἥδομαι ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη. ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. τὸ τί·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기