- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, iambics

(아리스토파네스, Clouds, Lyric-Scene, iambics)

ἀτταταῖ ἀτταταῖ.? τί πάσχεις· τί κάμνεις· ἀπόλλυμαι δείλαιος: ἐκ τοῦ σκίμποδος δάκνουσί μ ἐξέρποντες οἱ Κορίνθιοι, καὶ τὰς πλευρὰς δαρδάπτουσιν καὶ τὴν ψυχὴν ἐκπίνουσιν καὶ τοὺς ὄρχεις ἐξέλκουσιν καὶ τὸν πρωκτὸν διορύττουσιν, καί μ ἀπολοῦσιν. μή νυν βαρέως ἄλγει λίαν. καὶ πῶς· ὅτε μου φροῦδα τὰ χρήματα, φρούδη χροιά, φρούδη ψυχή, φρούδη δ ἐμβάς: καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς φρουρᾶς ᾄδων ὀλίγου φροῦδος γεγένημαι. οὗτος τί ποιεῖς· οὐχὶ φροντίζεις· ἐγώ· νὴ τὸν Ποσειδῶ. καὶ τί δῆτ ἐφρόντισας· ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται. ἀπολεῖ κάκιστ. ἀλλ ὦγάθ ἀπόλωλ ἀρτίως. οὐ μαλθακιστέ ἀλλὰ περικαλυπτέα. ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς κἀπαιόλημ. οἴμοι τίς ἂν δῆτ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION