- 텍스트

Aristophanes, Clouds, Prologue 7:

(아리스토파네스, Clouds, Prologue 7:)

ὦ Σώκρατες, ὦ Σωκρατίδιον.? τί με καλεῖς ὦφήμερε· πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι. ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. ἔπειτ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, ἀλλ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ· οὐ γὰρ ἄν ποτε ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα, εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα. εἰ δ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν, οὐκ ἄν ποθ ηὑρ῀ον: οὐ γὰρ ἀλλ ἡ γῆ βίᾳ ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος. πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα. τί φῄς· ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ ἐς τὰ κάρδαμα· ἴθι νυν κατάβηθ ὦ Σωκρατίδιον ὡς ἐμέ, ἵνα με διδάξῃς ὧνπερ οὕνεκ ἐλήλυθα. ἦλθες δὲ κατὰ τί· βουλόμενος μαθεῖν λέγειν. ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι φέρομαι, τὰ χρήματ ἐνεχυράζομαι. πόθεν δ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος· νόσος μ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν, τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ ὅντιν ἂν πράττῃ μ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς. ποίους θεοὺς ὀμεῖ σύ· πρῶτον γὰρ θεοὶ ἡμῖν νόμισμ οὐκ ἔστι. τῷ γὰρ ὄμνυτ· ἢ σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ· βούλει τὰ θεῖα πράγματ εἰδέναι σαφῶς ἅττ ἐστὶν ὀρθῶς· νὴ Δί εἴπερ ἔστι γε. καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους, ταῖς ἡμετέραισι δαίμοσιν· μάλιστά γε. κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα. ἰδοὺ κάθημαι. τουτονὶ τοίνυν λαβὲ τὸν στέφανον. ἐπὶ τί στέφανον· οἴμοι Σώκρατες ὥσπερ με τὸν Ἀθάμανθ ὅπως μὴ θύσετε. οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους ἡμεῖς ποιοῦμεν. εἶτα δὴ τί κερδανῶ· λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη. ἀλλ ἔχ ἀτρεμί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION