- 텍스트

Aristophanes, Clouds, Prologue 6:

(아리스토파네스, Clouds, Prologue 6:)

τί δῆτ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν·? ἄνοιγ ἄνοιγ ἀνύσας τὸ φροντιστήριον, καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη. μαθητιῶ γάρ: ἀλλ ἄνοιγε τὴν θύραν. ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία· τί ἐθαύμασας· τῷ σοι δοκοῦσιν εἰκέναι· τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς. ἀτὰρ τί ποτ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί· ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς. βολβοὺς ἄρα ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε: ἐγὼ γὰρ οἶδ ἵν εἰσὶ μεγάλοι καὶ καλοί. τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ ἐγκεκυφότες· οὗτοι δ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον. τί δῆθ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει· αὐτὸς καθ αὑτὸν ἀστρονομεῖν διδάσκεται. ἀλλ εἴσιθ, ἵνα μὴ κεῖνος ὑμῖν ἐπιτύχῃ. μήπω γε μήπω γ: ἀλλ ἐπιμεινάντων, ἵνα αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν. ἀλλ οὐχ οἱό῀ν τ αὐτοῖσι πρὸς τὸν ἀέρα ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον. πρὸς τῶν θεῶν τί γὰρ τάδ ἐστίν· εἰπέ μοι. ἀστρονομία μὲν αὑτηί. τουτὶ δὲ τί· γεωμετρία. τοῦτ οὖν τί ἐστι χρήσιμον· γῆν ἀναμετρῆσαι. πότερα τὴν κληρουχικήν· οὔκ, ἀλλὰ τὴν σύμπασαν. ἀστεῖον λέγεις. τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον. αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς· αἵδε μὲν Ἀθῆναι. τί σὺ λέγεις· οὐ πείθομαι, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους. ὡς τοῦτ ἀληθῶς Ἀττικὸν τὸ χωρίον. καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται· ἐνταῦθ ἔνεισιν. ἡ δέ γ Εὔβοἰ, ὡς ὁρᾷς, ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ. οἶδ: ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. ἀλλ ἡ Λακεδαίμων ποῦ σθ· ὅπου στίν· αὑτηί. ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε, ταύτην ἀφ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ. ἀλλ οὐχ οἱό῀ν τε. νὴ Δί οἰμώξεσθ ἄρα. φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ· αὐτός. τίς αὐτός· Σωκράτης. ὦ Σώκρατες. ἴθ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα. αὐτὸς μὲν οὖν σὺ κάλεσον: οὐ γάρ μοι σχολή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION