- 텍스트

Aristophanes, Clouds, Prologue 5:

(아리스토파네스, Clouds, Prologue 5:)

βάλλ ἐς κόρακας:? τίς ἐσθ ὁ κόψας τὴν θύραν· Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν. ἀμαθής γε νὴ Δί ὅστις οὑτωσὶ σφόδρα ἀπεριμερίμνως τὴν θύραν λελάκτικας καὶ φροντίδ ἐξήμβλωκας ἐξηυρημένην. σύγγνωθί μοι: τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν. ἀλλ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. ἀλλ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν. λέγε νυν ἐμοὶ θαρρῶν: ἐγὼ γὰρ οὑτοσὶ ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον. λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια. ἀνήρετ ἄρτι Χαιρεφῶντα Σωκράτης ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας: δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο. πῶς δῆτα διεμέτρησε· δεξιώτατα. κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε, κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί. ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον. ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν. τί δῆτ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους φρόντισμα· ποῖον· ἀντιβολῶ κάτειπέ μοι. ἀνήρετ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας κατὰ τὸ στόμ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον. τί δῆτ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος· ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος στενόν: διὰ λεπτοῦ δ ὄντος αὐτοῦ τὴν πνοὴν βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου: ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος. σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων. ὦ τρισμακάριος τοῦ διεντερεύματος. ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος. πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη ὑπ ἀσκαλαβώτου. τίνα τρόπον· κάτειπέ μοι. ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς καὶ τὰς περιφορὰς εἶτ ἄνω κεχηνότος ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν. ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους. ἐχθὲς δέ γ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας. εἰε῀ν: τί οὖν πρὸς τἄλφιτ ἐπαλαμήσατο· κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION