- 텍스트

Aristophanes, Clouds, Prologue 4:

(아리스토파네스, Clouds, Prologue 4:)

λέγε δή, τί κελεύεις·? καί τι πείσει· πείσομαι νὴ τὸν Διόνυσον. δεῦρό νυν ἀπόβλεπε. ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον· ὁρῶ. τί οὖν τοῦτ ἐστὶν ἐτεὸν ὦ πάτερ· ψυχῶν σοφῶν τοῦτ ἐστὶ φροντιστήριον. ἐνταῦθ ἐνοικοῦς ἄνδρες, οἳ τὸν οὐρανὸν λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς, κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ ἄνθρακες. οὗτοι διδάσκους, ἀργύριον ἤν τις διδῷ, λέγοντα νικᾶν καὶ δίκαια κἄδικα. εἰσὶν δὲ τίνες· οὐκ οἶδ ἀκριβῶς τοὔνομα: μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί. αἰβοῖ πονηροί γ, οἶδα. τοὺς ἀλαζόνας τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις, ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν. ἢ ἢ σιώπα: μηδὲν εἴπῃς νήπιον. ἀλλ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων, τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν. οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας. ἴθ ἀντιβολῶ ς ὦ φίλτατ ἀνθρώπων ἐμοὶ ἐλθὼν διδάσκου. καὶ τί σοι μαθήσομαι· εἶναι παρ αὐτοῖς φασιν ἄμφω τὼ λόγω, τὸν κρείττον, ὅστις ἐστί, καὶ τὸν ἥττονα. τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα, νικᾶν λέγοντά φασι τἀδικώτερα. ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον, ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν οὐκ ἂν ἀποδοίην οὐδ ἂν ὀβολὸν οὐδενί. οὐκ ἂν πιθοίμην: οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ ἐμῶν ἔδει, οὔτ αὐτὸς οὔθ ὁ ζύγιος οὔθ ὁ σαμφόρας: ἀλλ ἐξελῶ ς ἐς κόρακας ἐκ τῆς οἰκίας. ἀλλ οὐ περιόψεταί μ ὁ θεῖος Μεγακλέης ἄνιππον. ἀλλ εἴσειμι, σοῦ δ οὐ φροντιῶ. ἀλλ οὐδ ἐγὼ μέντοι πεσών γε κείσομαι, ἀλλ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον. πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι· ἰτητέον. τί ταῦτ ἔχων στραγγεύομαι, ἀλλ οὐχὶ κόπτω τὴν θύραν· παῖ παιδίον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION