- 텍스트

Aristophanes, Clouds, Prologue 3:

(아리스토파네스, Clouds, Prologue 3:)

ἔλαιον ἡμῖν οὐκ ἔνεστ ἐν τῷ λύχνῳ.? οἴμοι: τί γάρ μοι τὸν πότην ἧπτες λύχνον· δεῦρ ἔλθ ἵνα κλάῃς. διὰ τί δῆτα κλαύσομαι· ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. μετὰ ταῦθ, ὅπως νῷν ἐγένεθ υἱὸς οὑτοσί, ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, περὶ τοὐνόματος δὴ ντεῦθεν ἐλοιδορούμεθα: ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα, Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην, ἐγὼ δὲ τοῦ πάππου τιθέμην Φειδωνίδην. τέως μὲν οὖν ἐκρινόμεθ: εἶτα τῷ χρόνῳ κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην. τοῦτον τὸν υἱὸν λαμβάνους ἐκορίζετο, ὅταν σὺ μέγας ὢν ἁρ´μ ἐλαύνῃς πρὸς πόλιν, ὥσπερ Μεγακλέης, ξυστίδ ἔχων. ἐγὼ δ ἔφην, ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος. ἀλλ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις, ἀλλ ἵππερόν μου κατέχεεν τῶν χρημάτων. νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ μίαν ηὑρ῀ον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι. ἀλλ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι. πῶς δῆτ ἂν ἥδιστ αὐτὸν ἐπεγείραιμι· πῶς· Φειδιππίδη Φειδιππίδιον. τί ὦ πάτερ· κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν. ἰδού. τί ἔστιν· εἰπέ μοι, φιλεῖς ἐμέ· νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον. μὴ μοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον: οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν. ἀλλ εἴπερ ἐκ τῆς καρδίας μ ὄντως φιλεῖς, ὦ παῖ πιθοῦ. τί οὖν πίθωμαι δῆτά σοι· ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους, καὶ μάνθαν ἐλθὼν ἃν ἐγὼ παραινέσω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION