호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φίλων ἀδικεῖς:? ἔλαυνε τὸν σαυτοῦ δρόμον. τοῦτ ἔστι τουτὶ τὸ κακὸν ὅ μ ἀπολώλεκεν: ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν. πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια· ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ ἐλαύνεις δρόμους. ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν· τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ. ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. ἀλλ ὦ μέλ ἐξήλικας ἐμέ γ ἐκ τῶν ἐμῶν, ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου ἐνεχυράσεσθαί φασιν. ἐτεὸν ὦ πάτερ τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ ὅλην· δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων. ἐάσον ὦ δαιμόνιε καταδαρθεῖν τί με. σὺ δ οὖν κάθευδε: τὰ δὲ χρέα ταῦτ ἴσθ ὅτι ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ. εἴθ ὤφελ ἡ προμνήστρι ἀπολέσθαι κακῶς, ἥτις με γῆμ ἐπῆρε τὴν σὴν μητέρα: ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος, βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. ἔπειτ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως, σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην. ταύτην ὅτ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας, ἡ δ αὖ μύρου κρόκου καταγλωττισμάτων, δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος. οὐ μὴν ἐρῶ γ ὡς ἀργὸς ἦν, ἀλλ ἐσπάθα. ἐγὼ δ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기