호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰοὺ ἰού:? ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον: ἀπέραντον. οὐδέποθ ἡμέρα γενήσεται· καὶ μὴν πάλαι γ ἀλεκτρυόνος ἤκους ἐγώ: οἱ δ οἰκέται ῥέγκουσιν: ἀλλ οὐκ ἂν πρὸ τοῦ. ἀπόλοιο δῆτ ὦ πόλεμε πολλῶν οὕνεκα, ὅτ οὐδὲ κολάς ἔξεστί μοι τοὺς οἰκέτας. ἀλλ οὐδ ὁ χρηστὸς οὑτοσὶ νεανίας ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. ἀλλ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι. ἀλλ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων ἱππάζεταί τε καὶ ξυνωρικεύεται ὀνειροπολεῖ θ ἵππους: ἐγὼ δ ἀπόλλυμαι ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας: οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον, κἄκφερε τὸ γραμματεῖον, ἵν ἀναγνῶ λαβὼν ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους. φέρ ἴδω τί ὀφείλω· δώδεκα μνᾶς Πασίᾳ. τοῦ δώδεκα μνᾶς Πασίᾳ· τί ἐχρησάμην· ὅτ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας, εἴθ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기