호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰοὺ ἰού:? ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον: ἀπέραντον. οὐδέποθ ἡμέρα γενήσεται· καὶ μὴν πάλαι γ ἀλεκτρυόνος ἤκους ἐγώ: οἱ δ οἰκέται ῥέγκουσιν: ἀλλ οὐκ ἂν πρὸ τοῦ. ἀπόλοιο δῆτ ὦ πόλεμε πολλῶν οὕνεκα, ὅτ οὐδὲ κολάς ἔξεστί μοι τοὺς οἰκέτας. ἀλλ οὐδ ὁ χρηστὸς οὑτοσὶ νεανίας ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. ἀλλ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι. ἀλλ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων ἱππάζεταί τε καὶ ξυνωρικεύεται ὀνειροπολεῖ θ ἵππους: ἐγὼ δ ἀπόλλυμαι ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας: οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον, κἄκφερε τὸ γραμματεῖον, ἵν ἀναγνῶ λαβὼν ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους. φέρ ἴδω τί ὀφείλω· δώδεκα μνᾶς Πασίᾳ. τοῦ δώδεκα μνᾶς Πασίᾳ· τί ἐχρησάμην· ὅτ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας, εἴθ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ. Φίλων ἀδικεῖς:
ἔλαυνε τὸν σαυτοῦ δρόμον. τοῦτ ἔστι τουτὶ τὸ κακὸν ὅ μ ἀπολώλεκεν: ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν. πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια· ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ ἐλαύνεις δρόμους. ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν· τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ. ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. ἀλλ ὦ μέλ ἐξήλικας ἐμέ γ ἐκ τῶν ἐμῶν, ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου ἐνεχυράσεσθαί φασιν. ἐτεὸν ὦ πάτερ τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ ὅλην· δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων. ἐάσον ὦ δαιμόνιε καταδαρθεῖν τί με. σὺ δ οὖν κάθευδε: τὰ δὲ χρέα ταῦτ ἴσθ ὅτι ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ. εἴθ ὤφελ ἡ προμνήστρι ἀπολέσθαι κακῶς, ἥτις με γῆμ ἐπῆρε τὴν σὴν μητέρα: ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος, βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. ἔπειτ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως, σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην. ταύτην ὅτ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας, ἡ δ αὖ μύρου κρόκου καταγλωττισμάτων, δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος. οὐ μὴν ἐρῶ γ ὡς ἀργὸς ἦν, ἀλλ ἐσπάθα. ἐγὼ δ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς. ἔλαιον ἡμῖν οὐκ ἔνεστ ἐν τῷ λύχνῳ.
οἴμοι: τί γάρ μοι τὸν πότην ἧπτες λύχνον· δεῦρ ἔλθ ἵνα κλάῃς. διὰ τί δῆτα κλαύσομαι· ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. μετὰ ταῦθ, ὅπως νῷν ἐγένεθ υἱὸς οὑτοσί, ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, περὶ τοὐνόματος δὴ ντεῦθεν ἐλοιδορούμεθα: ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα, Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην, ἐγὼ δὲ τοῦ πάππου τιθέμην Φειδωνίδην. τέως μὲν οὖν ἐκρινόμεθ: εἶτα τῷ χρόνῳ κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην. τοῦτον τὸν υἱὸν λαμβάνους ἐκορίζετο, ὅταν σὺ μέγας ὢν ἁρ´μ ἐλαύνῃς πρὸς πόλιν, ὥσπερ Μεγακλέης, ξυστίδ ἔχων. ἐγὼ δ ἔφην, ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος. ἀλλ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις, ἀλλ ἵππερόν μου κατέχεεν τῶν χρημάτων. νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ μίαν ηὑρ῀ον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι. ἀλλ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι. πῶς δῆτ ἂν ἥδιστ αὐτὸν ἐπεγείραιμι· πῶς· Φειδιππίδη Φειδιππίδιον. τί ὦ πάτερ· κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν. ἰδού. τί ἔστιν· εἰπέ μοι, φιλεῖς ἐμέ· νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον. μὴ μοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον: οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν. ἀλλ εἴπερ ἐκ τῆς καρδίας μ ὄντως φιλεῖς, ὦ παῖ πιθοῦ. τί οὖν πίθωμαι δῆτά σοι· ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους, καὶ μάνθαν ἐλθὼν ἃν ἐγὼ παραινέσω. λέγε δή, τί κελεύεις·
καί τι πείσει· πείσομαι νὴ τὸν Διόνυσον. δεῦρό νυν ἀπόβλεπε. ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον· ὁρῶ. τί οὖν τοῦτ ἐστὶν ἐτεὸν ὦ πάτερ· ψυχῶν σοφῶν τοῦτ ἐστὶ φροντιστήριον. ἐνταῦθ ἐνοικοῦς ἄνδρες, οἳ τὸν οὐρανὸν λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς, κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ ἄνθρακες. οὗτοι διδάσκους, ἀργύριον ἤν τις διδῷ, λέγοντα νικᾶν καὶ δίκαια κἄδικα. εἰσὶν δὲ τίνες· οὐκ οἶδ ἀκριβῶς τοὔνομα: μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί. αἰβοῖ πονηροί γ, οἶδα. τοὺς ἀλαζόνας τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις, ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν. ἢ ἢ σιώπα: μηδὲν εἴπῃς νήπιον. ἀλλ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων, τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν. οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας. ἴθ ἀντιβολῶ ς ὦ φίλτατ ἀνθρώπων ἐμοὶ ἐλθὼν διδάσκου. καὶ τί σοι μαθήσομαι· εἶναι παρ αὐτοῖς φασιν ἄμφω τὼ λόγω, τὸν κρείττον, ὅστις ἐστί, καὶ τὸν ἥττονα. τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα, νικᾶν λέγοντά φασι τἀδικώτερα. ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον, ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν οὐκ ἂν ἀποδοίην οὐδ ἂν ὀβολὸν οὐδενί. οὐκ ἂν πιθοίμην: οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ ἐμῶν ἔδει, οὔτ αὐτὸς οὔθ ὁ ζύγιος οὔθ ὁ σαμφόρας: ἀλλ ἐξελῶ ς ἐς κόρακας ἐκ τῆς οἰκίας. ἀλλ οὐ περιόψεταί μ ὁ θεῖος Μεγακλέης ἄνιππον. ἀλλ εἴσειμι, σοῦ δ οὐ φροντιῶ. ἀλλ οὐδ ἐγὼ μέντοι πεσών γε κείσομαι, ἀλλ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον. πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι· ἰτητέον. τί ταῦτ ἔχων στραγγεύομαι, ἀλλ οὐχὶ κόπτω τὴν θύραν· παῖ παιδίον. βάλλ ἐς κόρακας:
τίς ἐσθ ὁ κόψας τὴν θύραν· Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν. ἀμαθής γε νὴ Δί ὅστις οὑτωσὶ σφόδρα ἀπεριμερίμνως τὴν θύραν λελάκτικας καὶ φροντίδ ἐξήμβλωκας ἐξηυρημένην. σύγγνωθί μοι: τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν. ἀλλ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. ἀλλ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν. λέγε νυν ἐμοὶ θαρρῶν: ἐγὼ γὰρ οὑτοσὶ ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον. λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια. ἀνήρετ ἄρτι Χαιρεφῶντα Σωκράτης ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας: δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο. πῶς δῆτα διεμέτρησε· δεξιώτατα. κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε, κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί. ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον. ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν. τί δῆτ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους φρόντισμα· ποῖον· ἀντιβολῶ κάτειπέ μοι. ἀνήρετ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας κατὰ τὸ στόμ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον. τί δῆτ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος· ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος στενόν: διὰ λεπτοῦ δ ὄντος αὐτοῦ τὴν πνοὴν βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου: ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος. σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων. ὦ τρισμακάριος τοῦ διεντερεύματος. ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος. πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη ὑπ ἀσκαλαβώτου. τίνα τρόπον· κάτειπέ μοι. ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς καὶ τὰς περιφορὰς εἶτ ἄνω κεχηνότος ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν. ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους. ἐχθὲς δέ γ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας. εἰε῀ν: τί οὖν πρὸς τἄλφιτ ἐπαλαμήσατο· κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο. τί δῆτ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν·
ἄνοιγ ἄνοιγ ἀνύσας τὸ φροντιστήριον, καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη. μαθητιῶ γάρ: ἀλλ ἄνοιγε τὴν θύραν. ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία· τί ἐθαύμασας· τῷ σοι δοκοῦσιν εἰκέναι· τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς. ἀτὰρ τί ποτ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί· ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς. βολβοὺς ἄρα ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε: ἐγὼ γὰρ οἶδ ἵν εἰσὶ μεγάλοι καὶ καλοί. τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ ἐγκεκυφότες· οὗτοι δ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον. τί δῆθ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει· αὐτὸς καθ αὑτὸν ἀστρονομεῖν διδάσκεται. ἀλλ εἴσιθ, ἵνα μὴ κεῖνος ὑμῖν ἐπιτύχῃ. μήπω γε μήπω γ: ἀλλ ἐπιμεινάντων, ἵνα αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν. ἀλλ οὐχ οἱό῀ν τ αὐτοῖσι πρὸς τὸν ἀέρα ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον. πρὸς τῶν θεῶν τί γὰρ τάδ ἐστίν· εἰπέ μοι. ἀστρονομία μὲν αὑτηί. τουτὶ δὲ τί· γεωμετρία. τοῦτ οὖν τί ἐστι χρήσιμον· γῆν ἀναμετρῆσαι. πότερα τὴν κληρουχικήν· οὔκ, ἀλλὰ τὴν σύμπασαν. ἀστεῖον λέγεις. τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον. αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς· αἵδε μὲν Ἀθῆναι. τί σὺ λέγεις· οὐ πείθομαι, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους. ὡς τοῦτ ἀληθῶς Ἀττικὸν τὸ χωρίον. καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται· ἐνταῦθ ἔνεισιν. ἡ δέ γ Εὔβοἰ, ὡς ὁρᾷς, ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ. οἶδ: ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. ἀλλ ἡ Λακεδαίμων ποῦ σθ· ὅπου στίν· αὑτηί. ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε, ταύτην ἀφ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ. ἀλλ οὐχ οἱό῀ν τε. νὴ Δί οἰμώξεσθ ἄρα. φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ· αὐτός. τίς αὐτός· Σωκράτης. ὦ Σώκρατες. ἴθ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα. αὐτὸς μὲν οὖν σὺ κάλεσον: οὐ γάρ μοι σχολή. ὦ Σώκρατες, ὦ Σωκρατίδιον.
τί με καλεῖς ὦφήμερε· πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι. ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. ἔπειτ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, ἀλλ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ· οὐ γὰρ ἄν ποτε ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα, εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα. εἰ δ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν, οὐκ ἄν ποθ ηὑρ῀ον: οὐ γὰρ ἀλλ ἡ γῆ βίᾳ ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος. πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα. τί φῄς· ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ ἐς τὰ κάρδαμα· ἴθι νυν κατάβηθ ὦ Σωκρατίδιον ὡς ἐμέ, ἵνα με διδάξῃς ὧνπερ οὕνεκ ἐλήλυθα. ἦλθες δὲ κατὰ τί· βουλόμενος μαθεῖν λέγειν. ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι φέρομαι, τὰ χρήματ ἐνεχυράζομαι. πόθεν δ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος· νόσος μ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν, τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ ὅντιν ἂν πράττῃ μ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς. ποίους θεοὺς ὀμεῖ σύ· πρῶτον γὰρ θεοὶ ἡμῖν νόμισμ οὐκ ἔστι. τῷ γὰρ ὄμνυτ· ἢ σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ· βούλει τὰ θεῖα πράγματ εἰδέναι σαφῶς ἅττ ἐστὶν ὀρθῶς· νὴ Δί εἴπερ ἔστι γε. καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους, ταῖς ἡμετέραισι δαίμοσιν· μάλιστά γε. κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα. ἰδοὺ κάθημαι. τουτονὶ τοίνυν λαβὲ τὸν στέφανον. ἐπὶ τί στέφανον· οἴμοι Σώκρατες ὥσπερ με τὸν Ἀθάμανθ ὅπως μὴ θύσετε. οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους ἡμεῖς ποιοῦμεν. εἶτα δὴ τί κερδανῶ· λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη. ἀλλ ἔχ ἀτρεμί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기