- 텍스트

Aristotle, Episode

(아리스토텔레스, Episode)

ὦ φίλτατ ἀνδρῶν ἐλθὲ δεῦρ Ἀγοράκριτε.? ὅσα με δέδρακας ἀγάθ ἀφεψήσας. ἐγώ· ἀλλ ὦ μέλ οὐκ οἶσθ οἱο῀ς ἦσθ αὐτὸς πάρος, οὐδ οἷ ἔδρας: ἐμὲ γὰρ νομίζοις ἂν θεόν. τί δ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ· ποῖός τις ἦ· πρῶτον μέν, ὁπότ εἴποι τις ἐν τἠκκλησίᾳ, ὦ Δῆμ ἐραστής εἰμι σὸς φιλῶ τέ σε καὶ κήδομαί σου καὶ προβουλεύω μόνος, τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις, ἀνωρτάλιζες κἀκερουτίας. ἐγώ· εἶτ ἐξαπατήσας ς ἀντὶ τούτων ᾤχετο. τί φῄς· ταυτί μ ἔδρων, ἐγὼ δὲ τοῦτ οὐκ ᾐσθόμην· τὰ δ ὦτά γ ἄν σου νὴ Δί ἐξεπετάννυτο ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο. οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων· καὶ νὴ Δί εἴ γε δύο λεγοίτην ῥήτορε, ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δ ἕτερος αὖ καταμισθοφορῆσαι τοῦθ, ὁ τὸν μισθὸν λέγων τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο. οὗτος τί κύπτεις· οὐχὶ κατὰ χώραν μενεῖς· αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις. ἀλλ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς, ἀλλ οἵ σε ταῦτ ἐξηπάτων. νυνδὶ φράσον: ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος: οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα, εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην: τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον· ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ, ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον. τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις: τὰ δ ἄλλα, φέρ ἴδω, πῶς πολιτεύσει φράσον. πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς, καταγομένοις τὸν μισθὸν ἀποδώσω ντελῆ. πολλοῖς γ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω. ἔπειθ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται, ἀλλ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται. τοῦτ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

οὐδ ἀγοράσει γ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ. ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων· τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ, ἃ στωμυλεῖται τοιαδὶ καθήμενα: σοφός γ ὁ Φαίαξ δεξιῶς τ οὐκ ἀπέθανεν. συνερτικὸς γάρ ἐστι καὶ περαντικός, καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός, καταληπτικός τ ἄριστα τοῦ θορυβητικοῦ. οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ· μὰ Δί ἀλλ ἀναγκάσω κυνηγετεῖν ἐγὼ τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων. ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν, καὶ παῖδ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι: κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει. μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι. φήσεις γ, ἐπειδὰν τὰς τριακοντούτιδας σπονδὰς παραδῶ σοι. δεῦρ ἴθ αἱ Σπονδαὶ ταχύ. ὦ Ζεῦ πολυτίμηθ ὡς καλαί:

πρὸς τῶν θεῶν, ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι· πῶς ἔλαβες αὐτὰς ἐτέον· οὐ γὰρ ὁ Παφλαγὼν ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς· νῦν οὖν ἐγώ σοι παραδίδωμ ἐς τοὺς ἀγροὺς αὐτὰς ἰέναι λαβόντα. τὸν δὲ Παφλαγόνα, ὃς ταῦτ ἔδρασεν, εἴφ ὅ τι ποιήσεις κακόν. οὐδὲν μέγ ἀλλ ἢ τὴν ἐμὴν ἕξει τέχνην: ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος, τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν, μεθύων τε ταῖς πόρναισι λοιδορήσεται, κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον. εὖ γ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος, πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι, καί ς ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ ἐς τὴν ἕδραν θ, ἵν ἐκεῖνος ἦν ὁ φαρμακός. ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα: κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην, ἵν ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ οἱ ξένοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION