호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄπαγ ἐς μακαρίαν ἐκποδών.? σύ γ ὦ φθόρε. ὦ Δῆμ ἐγὼ μέντοι παρεσκευασμένος τρίπαλαι κάθημαι βουλόμενός ς εὐεργετεῖν. ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι. ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι. οἶσθ οὖν ὃ δρᾶσον· εἰ δὲ μή, φράσεις γε σύ. ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί, ἵνα ς εὖ ποιῶμεν ἐξ ἴσου. δρᾶν ταῦτα χρή. ἄπιτον. ἰδού. θέοιτ ἄν. ὑποθεῖν οὐκ ἐῶ. ἀλλ ἢ μεγάλως εὐδαιμονήσω τήμερον ὑπὸ τῶν ἐραστῶν νὴ Δί ἢ γὼ θρύψομαι. ὁρᾷς· ἐγώ σοι πρότερος ἐκφέρω δίφρον. ἀλλ οὐ τράπεζαν, ἀλλ ἐγὼ προτεραίτερος. ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην. ἐγὼ δὲ μυστίλας μεμυστιλημένας ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ. ὡς μέγαν ἄρ εἶχες ὦ πότνια τὸν δάκτυλον. ἐγὼ δ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν: ἐτόρυνε δ αὔθ ἡ Παλλὰς ἡ Πυλαιμάχος. ὦ Δῆμ ἐναργῶς ἡ θεός ς ἐπισκοπεῖ, καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν. οἰεί γὰρ οἰκεῖσθ ἂν ἔτι τήνδε τὴν πόλιν, εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν· τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη. ἡ δ Ὀβριμοπάτρα γ ἑφθὸν ἐκ ζωμοῦ κρέας καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον. καλῶς γ ἐποίησε τοῦ πέπλου μεμνημένη. ἡ Γοργολόφα ς ἐκέλευε τουτουὶ φαγεῖν ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς. λαβὲ καὶ ταδί νυν. καὶ τί τούτοις χρήσομαι τοῖς ἐντέροις· ἐπίτηδες αὔτ ἔπεμψέ σοι ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός: ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν. ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο. ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς. ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν. λαβέ νυν πλακοῦντος πίονος παρ ἐμοῦ τόμον. παρ ἐμοῦ δ ὅλον γε τὸν πλακοῦντα τουτονί. ἀλλ οὐ λαγῷ ἕξεις ὁπόθεν δῷς, ἀλλ ἐγώ. οἴμοι, πόθεν λαγῷά μοι γενήσεται· ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι. ὁρᾷς τάδ ὦ κακόδαιμον· ὀλίγον μοι μέλει: ἐκεινοιὶ γὰρ ὡς ἔμ ἔρχονταί τινες πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια. ποῦ ποῦ· τί δέ σοι τοῦτ· οὐκ ἐάσεις τοὺς ξένους· ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷ ἅ σοι φέρω· οἴμοι τάλας ἀδίκως γε τἄμ ὑφήρπασας. νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου. εἴπ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι· τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ ἐμόν. ἐγὼ δ ἐκινδύνευς, ἐγὼ δ ὤπτησά γε. ἄπιθ: οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι. τί οὐ διακρίνεις Δῆμ ὁπότερός ἐστι νῷν ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα· τῷ δῆτ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς· ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ ἔνι, καὶ τὴν Παφλαγόνος: κἀμέλει κρινεῖς καλῶς. φέρ ἴδω τί οὖν ἔνεστιν· οὐχ ὁρᾷς κενὴν ὦ παππίδιον· ἅπαντα γάρ σοι παρεφόρουν. αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ. βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος. ὁρᾷς <τάδ· > οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα. ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο: ἐμοὶ δ ἔδωκεν ἀποτεμὼν τυννουτονί. τοιαῦτα μέντοι καὶ πρότερόν ς ἠργάζετο: σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν, αὐτὸς δ ἑαυτῷ παρετίθει τὰ μείζονα. ὦ μιαρὲ κλέπτων δή με ταῦτ ἐξηπάτας· ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν. ἐγὼ δ ἔκλεπτον ἐπ ἀγαθῷ γε τῇ πόλει. κατάθου ταχέως τὸν στέφανον, ἵν ἐγὼ τουτῳὶ αὐτὸν περιθῶ. κατάθου ταχέως μαστιγία. οὐ δῆτ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς φράζων ὑφ οὗ δεήσει μ ἡττᾶσθαι μόνου. τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
καὶ μήν ς ἐλέγξαι βούλομαι τεκμηρίῳ, εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις. καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι: παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου· ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην. πῶς εἶπας· ὥς μου χρησμὸς ἅπτεται φρενῶν. εἰε῀ν. ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες· κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον: ὦ Φοῖβ Ἄπολλον Λύκιε τί ποτέ μ ἐργάσει· τέχνην δὲ τίνα ποτ εἶχες ἐξανδρούμενος· ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην. οἴμοι κακοδαίμων: οὐκέτ οὐδέν εἰμ ἐγώ. λεπτή τις ἐλπίς ἐστ ἐφ ἧς ὀχούμεθα. καί μοι τοσοῦτον εἰπέ: πότερον ἐν ἀγορᾷ ἠλλαντοπώλεις ἐτεὸν ἢ πὶ ταῖς πύλαις· ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον. οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον. κυλίνδετ εἴσω τόνδε τὸν δυσδαίμονα. ὦ στέφανε χαίρων ἄπιθι, κεἴ ς ἄκων ἐγὼ λείπω: σὲ δ ἄλλος τις λαβὼν κεκτήσεται, κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ ἴσως. Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον. ὦ χαῖρε καλλίνικε καὶ μέμνης ὅτι ἀνὴρ γεγένησαι δι ἐμέ: καί ς αἰτῶ βραχύ, ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν. ἐμοὶ δέ γ ὅ τι σοι τοὔνομ εἴπ. Ἀγοράκριτος: ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην. Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω, καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί. καὶ μὴν ἐγώ ς ὦ Δῆμε θεραπεύσω καλῶς, ὥσθ ὁμολογεῖν σε μηδέν ἀνθρώπων ἐμοῦ ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기