호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ πνεῦμ ἔλαττον γίγνεται.? φεύξει γραφὰς . . . ἑκατονταλάντους τέτταρας. σὺ δ ἀστρατείας γ εἴκοσιν, κλοπῆς δὲ πλεῖν ἢ χιλίας. ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι τῶν τῆς θεοῦ. τὸν πάππον εἶναί φημί σου τῶν δορυφόρων - ποίων· φράσον. τῶν Βυρσίνης τῆς Ἱππίου. κόβαλος εἶ. πανοῦργος εἶ. παῖ ἀνδρικῶς. ἰοὺ ἰού, τύπτουσί μ οἱ ξυνωμόται. παῖ αὐτὸν ἀνδρειότατα, καὶ γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις, χὤπως κολᾷ τὸν ἄνδρα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기