- 텍스트

Aristotle, Agon, antepirrheme

(아리스토텔레스, Agon, antepirrheme)

οὔτοί μ ὑπερβαλεῖσθ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ, ἢ μή ποτ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.? ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ πὶ πολλοῖς ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς, ὑπερβαλεῖσθαί ς οἰόμαι τούτοισιν, ἢ μάτην γ ἂν ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην. ἀπομαγδαλιὰς ὥσπερ κύων· ὦ παμπόνηρε πῶς οὖν κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ· καὶ νὴ Δί ἄλλα γ ἐστί μου κόβαλα παιδὸς ὄντος. ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί: σκέψασθε παῖδες: οὐχ ὁρᾶθ· ὡρ´α νέα, χελιδών. οἱ δ ἔβλεπον, κἀγὼ ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω: ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες. καὶ ταῦτα δρῶν ἐλάνθανόν γ: εἰ δ οὖν ἴδοι τις αὐτῶν, ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν: ὥστ εἶπ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα: οὐκ ἔσθ ὅπως ὁ παῖς ὅδ οὐ τὸν δῆμον ἐπιτροπεύσει. εὖ γε ξυνέβαλεν αὔτ: ἀτὰρ δῆλόν γ ἀφ οὗ ξυνέγνω: ὁτιὴ πιώρκεις θ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν. ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω. ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ. ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ ἀφήσω κατὰ κῦμ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας. κἄγωγ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω. οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ κλέψας Ἀθηναίων. ἄθρει καὶ τοῦ ποδὸς παρίει: ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ. σὲ δ ἐκ Ποτειδαίας ἔχοντ εὖ οἶδα δέκα τάλαντα. τί δῆτα· βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν· ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION