호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος.? εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ. ὦ περὶ πάντ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπ ἄνθεσιν ἵζων, εἴθε φαύλως ὥσπερ ηὑρ῀ες ἐκβάλοις τὴν ἔνθεσιν. ᾄσαιμι γὰρ τότ ἂν μόνον, πῖνε πῖν ἐπὶ συμφοραῖς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기